Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρῳ, καὶ τῶν Ῥοδίων ἀκραιφνεῖ πολιούχῳ, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες· ἅγιε Φανούριε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς δούλους σου, τοὺς τιμῶντάς σε πόθῳ, σὺ γὰρ θεόθεν δέδοσαι ἡμῖν, θεῖος προστάτης, καὶ φύλαξ σωτήριος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανών οὗ ἡ ἀκροστιχὶς·
Φρούρει με ταῖς σαῖς Φανούριε πρεσβείαις.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωνῆς στεναγμοῦ μου ὡς συμπαθής, Φανούριε μάρτυς, ἐνωτίσθητι εὐμενῶς, καὶ λῦσον παθῶν τὴν καταιγίδα, τὴν ἐπελθοῦσαν δεινῶς τῇ καρδίᾳ μου.
Ῥανίσι τῶν θείων σου πρεσβειῶν, ψυχῆς μου τὰ ἕλκη, ἐναπόπλυνον Ἀθλητά, καὶ σβέσον τοῦ σώματος τὴν νόσον, ταῖς ἐπομβρίαις τῆς σῆς ἀντιλήψεως.
Ὁλόσωμον δέδεγμαι τὴν πληγήν, ἐχθροῦ ταῖς βολίσι, καὶ νενέκρωμαι τὴν ψυχήν, σὺ οὖν θεραπεύεις με Μάρτυς, πρὸς ζωηφόρους ὁδοὺς κατευθύνων με.
Ὑπάρχων ἀνάπλεῳς φωτισμοῦ, Φανούριε μάρτυς, ὡς διάκονος τοῦ φωτός, νοός μου ἀπέλασον τὸ σκότος, καὶ ἀρετῶν τῷ φωτί με καταύγασαν.
Θεοτοκίον.
Ῥημάτων ἐξεπλήρωσας νομικῶν, ὠράθης Παρθένε, ὡς γεννήσασα τὸν Θεόν, τὸν πάλαι λαλήσαντα ἐν νόμῳ, δι’ αἰνιγμάτων καὶ τύπων Πανάμωμε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐμπεσὼν τῷ πελάγει, τῶν πειρασμῶν ἔνδοξε, τῷ τῆς ἀπωλείας πυθμένι, ἤδη καθέλκομαι, σὺ μὲ κυβέρνησον, πρὸς σωτηρίας λιμένα, οἶα κυβερνήτης μου, σοφὲ πανάριστος.
Ἱλασμὸς γενηθήτω, καὶ τῶν κακῶν λύτρωσις, ἡ μαρτυρικῇ σου πρεσβεῖα, μάρτυς Φανούριε, τοῖς προσιοῦσί σοι, καὶ ὁλικῶς ἀφορῶσι, πρὸς τὴν ὀξυτάτην σου, Μάκαρ προμήθειαν.
Μαρτυρίου τὴν τρίβον, πανευκλεὼς ὥδευσας, ὅθεν πρὸς ὁδὸν μαρτυρίου, τοῦ σὲ δοξάσαντος, κᾀμὲ ὁδήγησον, τὸν ἐν αἱρέσεσι Μάρτυς, πάσης παραβάσεως, περιπλανόμενον.
Θεοτοκίον.
Ἐπουράνιε πύλη, δι’ ᾗς ἡμῖν ἔλαμψεν, ὁ Δημιουργὸς τῶν ἁπάντων, καθάπερ ἄνθρωπος, πύλας μοι ἄνοιξον, τῆς ἀληθοῦς μετανοίας, καὶ πυλῶν με λύτρωσαι, τοῦ ᾅδου Δέσποινα.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τῇ σῇ πρεσβεῖα προστρέχομεν, ἵνα ῥυσθῶμεν Φανούριε πάσης βλάβης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πλεόντων σωτήρ, ἀδικουμένων σύμμαχος, πενθούντων χαρᾷ καὶ αἰχμαλώτων λύτρωσις, δεικνύμενος Φανούριε, ὡς ταχὺς Ὀρθοδόξων ἐπίκουρος, μὴ διαλίπῃς ἀτρώτους τηρεῖν, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος τοὺς δούλους σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν λιθώδη καρδίαν μου, καὶ πεπωρωμένην ψυχὴν κατάνυξον, ὁ τῶν λίθων τὰ προσκρούματα, Μάρτυς ὑπομείνας ὥσπερ ἄσαρκος.
Ἀναβλύζεις ἑκάστοτε, τὰ τῶν ἰαμάτων θείᾳ χαρίσματα, τοῖς προστρέχσυσι τῇ σκέπῃ σου, καὶ τῶν νοσημάτων ἐξαιρεῖς καύσωνα.
Ἰατήριον ἄμισθον, τοῖς ἐν ἀσθενείαις γενοῦ Φανούριε, καὶ τοῖς πάσχουσιν ἀντίληψις, καὶ τοῖς αἰχμαλώτοις ἀπολύτρωσις.
Σωτηρίας ἱμάτιον, ἐν τῇ ἀπεκδύσει σαρκὸς ἠμφίεσαι, ὅθεν ἐνδῦσον Φανούριε, τὴν γεγυμνωμένην ψυχὴν μου χάριτι.
Θεοτοκίον.
Στάμνος ἔμψυχος πέφηνας, τῆς ζωῆς τὸ μάννα κόσμῳ πηγάσασα, τὸν ζωώσαντα τὸν ἄνθρωπον, καὶ τὴν ἁμαρτίαν θανατώσαντα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύεις ἐκλυτρούμενος, ἐκ παντοίων ἀναγκῶν καὶ συμφορῶν, τοὺς ἐν πίστει εὐφημοῦντάς σε Φανούριε.
Ἰλεῶν ἡμῖν, τῇ ἐνθέρμῳ μεσιτείᾳ σου, τοῦ ἐλέους Ἀθλητὰ τὸν θελητήν, ἀπεργάζου τοῖς ἀφρόνως ἁμαρτάνουσι.
Σώματος πληγάς, ἐνεγκὼν στεῤῥῶς Φανούριε, ἰατρεύεις τῶν σωμάτων καὶ ψυχῶν, ἀῤῥωστίας καὶ ὀδύνας Θείῳ Πνεύματι.
Θεοτοκίον.
Φέγγος ἀστραπῆς, τοῦ υἱοῦ σου Κόρη ἔλαμψε, τοὺς ἐν σκότει καθημένους καὶ σκιᾶ, καὶ ζωῆς τὰς φωταυγείας ἐδωρήσατο.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεώ.
Ἀνάγκας σου, τῆς ψυχῆς τὸν ἔρωτα, ὡς λαμπάδα πρὸς Χριστὸν Ἀθλοφόρε, καταναλίσκεις τῆς πλάνης τὴν ὕλην, καὶ καταθάλπεις πιστῶν τὰ φρονήματα, δὶς κατάφλεξον κᾀμοῦ, τὰ σαθρᾷ καὶ γεώδη νοήματα.
Νεκρώσεως, τῷ καρπῶ ἐζώγρημαι, καὶ τοῦ θείου ἀπεῤῥίφθην νυμφῶνος, τὰ τῆς φθορᾶς περικείμενος φύλλα, καὶ τοῦ θανάτου προφέρων τὴν ἄκανθαν, σὺ οὖν με ζώωσον σοφέ, καὶ τῆς πρώην με δόξης ἀξίωσον.
Ὁλόκληρον, σεαυτὸν προσήγαγες, τῷ Δεσπότῃ προσφορὰν καὶ θυσίαν, ὅθεν κᾀμὲ ἐνδυνάμωσον Μάρτυς, αὐτῷ λατρεῦσαι ὁσίως Φανούριε, καὶ θῦσαι τούτῳ καθαρῶς, καθαρᾶς πολιτείας ἀκρότητα.
Θεοτοκίον.
Ὑψαύχενα, δυσμενῆ ὑποτάξαν, ταῖς ποσὶν ἡμῶν Πανάμωμε κόρη, ἡ τὴν πεσοῦσαν ὑψώσασα φύσιν, τῇ ὑψηλὴ καὶ ἀῤῥήτῳ κυήσει σου, καὶ ταπεινώσασα ἐχθροῦ, ἐπηρμένου μετέωρον φρόνημα.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τῇ σῇ πρεσβείαις προστρέχομεν, ἵνα ῥυσθῶμεν Φανούριε πάσης βλάβης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὑπερήφανον ὄμμα κατέβαλες, τῇ γενναίᾳ ἀθλήσει σου ἔνδοξε, ἐξ οὖ ἀπάλλαξον καὶ ἡμᾶς, τῆς ἐνεργείας Ἀθλητά, ἵνα ἡσύχην ζωήν, ἐν ὁμονοίᾳ ἀγαστῇ, οἱ βοῶντες διάγωμεν· πληρῶσον τὰς αἰτήσεις, καὶ ἐμπλῆσον εὐφροσύνης, τοὺς προσιόντάς σοι πιστῶς, ὦ Φανούριε πανθαύμαστε.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 32 – 36 καὶ ια΄ 1).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Προσόμιον.
Ἦχος πλ. β΄. Ὀλὴν ἀποθέμενοι.
Ῥόδον ὡς μυρίπνοον, καὶ θησαυρὸς ζωηφόρος ἐν Ῥόδῳ κρυπτόμενος, Μάρτυς πεφανέρωσαι τοῖς ἱκέταις σου, καὶ ζωῆς ἐμπνεύσας, τὰς ὀσμὰς ἐν κόσμῳ, καὶ ὀσμὴν θανάτου ἤλασας, καὶ ἀπεδίωξας, τὰς δυσώδεις νόσους Φανούριε, ὢν περ τῆς λύμης λύτρωσαι, τοὺς σοὶ προσιόντας ἐκ πίστεως, πάσης ἐπηρείας, καὶ βλάβης καὶ μανίας ἀπηνοῦς, διαφυλάττων μακάριε, τοὺς προσκαλουμένους σε.
Σῶσον ὁ Θεός, τὸν λαόν σου.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥείθροις τῶν θείων σου θαυμάτων, ἀποξήρανον βυθὸν τῶν παθημάτων, καὶ πρὸς Ὕδωρ τροφῆς, ἐξ αὐχμηρᾶς ἐρήμου, ὁδηγῆσαν Φανούριε, τοὺς πιστῶς σε ἀνυμνοῦντας.
Ἴδοιμι ὥρα τῆς ἀνάγκης, σὲ συλλήπτορα καὶ θεῖον ἀρωγόν μου, τὰ λυποῦντα ταχύ, σκεδάζοντα παμμάκαρ, καὶ θείαν μοι δωρούμενον, λύτρωσιν καὶ εὐφροσύνην.
Ἔλαμψας Μάρτυς ἐν τῇ Ῥόδῳ, ὡς νεόφωτον καὶ φωτοφόρον ἄστρον, ἰαμάτων αὐγάς, καὶ φέγγος χαρισμάτων, ἀστράπτον τοῖς καθεύδουσιν, ἐν τῷ σκότει τῆς ἀπάτης.
Θεοτοκίον.
Πῖον καὶ σύσκιον ὡράθης, καὶ ἀλάξευτον καὶ φωτοφόρον ὄρος, οἷς ἐν τύποις ποτέ, ἐλάλησεν ὁ λόγος, ὧν βλέποντες τὴν ἔκτασιν, εὐφημοῦμέν σε Παρθένε.
ᾨδὴ η΄. Τὸν ἐν Ὄρει ἁγίῳ.
Ῥυπτικῇ σου πρεσβεῖα ἐκκαθαίρεις, τῶν ψυχῶν τὰς οὐλάς, καὶ καρδιῶν τὰ βάρη, καὶ ἀλγηδόνας παύεις τὰς τοῦ σώματος, καὶ βραβεύεις πᾶσι, κατ’ ἄμφω εὐρωστίαν Φανούριε, θεόφρον.
Ἐν καμίνῳ βληθεὶς οὐ κατεφλέχθης, τῆς ζωῆς γὰρ ὡς πῦρ, ἐκέκτησο τὸ Ὕδωρ, ἄλλα κᾀμοῦ κατάφλεξον Φανούριε, τὰς δεινὰς προλήψεις καὶ τὰς ἐνθυμήσεις, ὥσπερ ἀγροῦ καλάμην.
Στρατευθεὶς τῷ καλέσαντι σε λόγῳ ἠγωνίσω λαμπρῶς, κατὰ τῆς ἀνομίας, ὅθεν κᾀμὲ τῆς κλήσεως ἡ κέκλημαι, ἄξιον ἐργάτην, ἀνάδειξον παμμάκαρ, εὐχαῖς σου εὐπροσδέκτοις.
Θεοτοκίον.
Βασιλείας οἰκήτορας με δεῖξον, τῆς ἀλήκτου Ἁγνή, ὡς τέξασα ἀσπόρως, τὸν Βασιλέα πάντων καὶ Δεσπόζοντα, οὗ ἡ βασιλεία, βασιλεία πύλη, ἁπάντων τῶν αἰώνων.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐλαίω τῶν ἀγώνων σου Ἀθλητᾶ, ἰλαρύνεις ἡμῶν τὴν διάνοιαν, καὶ ψυχικά, ἕλκη τε καὶ μώλωπας χαλεπούς, ἀνακαθαίρεις πάντοτε, καὶ τὰ τῶν σωμάτων ὀδυνηρᾷ, νοσήματα ἴασαι, ὡς χάριν κεκτημένος, παρὰ Θεοῦ μάρτυς Φανούριε.
Ἰσχύι ἀριστεύσας παντουργικῇ, τοῦ ἐχθροῦ εἰς ἀνίσχυρον φρύαγμα, τὸ καθ’ ἡμῶν, σβέσον Ἀθλοφόρε ὁλοσχερῶς, καὶ σθένος καὶ κραταίωμα, καὶ ἰσχύος πύργος διαπαντός, γενοῦ τοῖς σοῖς ἱκέταις, Φανούριε παμμάκαρ, τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.
Ἀκοίμητος προστάτης καὶ ἀρωγός, ἀντιλήπτωρ γενοῦ καὶ ὑπέρμαχος, καὶ βοηθός, τοῖς προσκαλουμένοις εἰλικρινῶς, τὸ ἱερόν σου ὄνομα, Μάρτυς ἀθλοφόρε θαυματουργέ, ἐξ ἔριδος καὶ φθόνου, ἀπάτης τε καὶ δόλου, ἡμᾶς ῥυόμενος Φανούριε.
Ἰλύος κᾀμὲ ὕψωσον ἐμπαθοῦς, καὶ πίκρας συνηθείας Φανούριε, ἡ ἐκ παιδός, εἴκων ἐγεώργησα τοὺς καρπούς, τῆς ἁμαρτίας Ἅγιε, ψυχῇ τε καὶ σώματι ῥὐπωθεῖς, μὴ με παρίδῃς Μάρτυς, σὺ γὰρ τῶν ἐν ἀνάγκαις, ὁ ἑτοιμότατος ἐπίκουρος.
Θεοτοκίον.
Σκηνῇ ἡ πολυώνυμος τοῦ Θεοῦ, ἡ περίδοξος πόλις τοῦ Κτίσαντος, ἐν ἧ Χριστός, εἴργασται θαυμάσια φοβερᾷ, τὸν γὰρ Ἀδὰμ ἀνέλαβε, τοῦτον ἀναπλάσας ἐκ τῆς ἀρᾶς, σῦ εἶ Παρθενομῆτορ, διὸ μὴ στερηθείην, τῆς προστασίας σου ὁ ἄθλιος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων ἡ καλλονῇ, καὶ τῶν ἰαμάτων ὁ χειμάῤῥους ὁ δαψιλῆς, χαίροις τῶν Ῥοδίων, ὁ μέγας πολιοῦχος, Φανούριε ἀξίως ἀντιδεδόξασαι.
Τὶς τῶν πταισμάτων σου τὴν πληθύν, ἐξείπῃ ἀξίως καὶ τῶν πόνων τὸ καρτεράν, σὺ γὰρ τῶν βασάνων τὰ εἴδη καθυπέστης, ὡς ἄσαρκος νεκρώσας τὸν παναλάστορα.
Ὡς ἄστρον ἐν Ῥόδῳ ἀρτιφανές, Φανούριε ὤφθης, εἶ καὶ ἤθλησας πρὸ πολλοῦ, καὶ καταφωτίζεις πιστῶν τὰς διανοίας, βολαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.
Πυρὸς ἀκμαιότερος ἀληθῶς, καὶ σιδήρου Μάρτυς, εὐτονώτερος ὁραθείς, τὴν οἰκονομίαν ἐτράνωσας τοῦ λόγου, τοῖς ἔργοις βεβαιώσας ὁ ἀνεκήρυξας.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῷ σου, καὶ αἰτοῦντας ἀπὸ ψυχῆς, λύσιν ὀφλημάτων, καὶ ῥῶσιν καὶ ὑγίειαν, μὴ παύσῃ ἐποπτεύων, παραμυθούμενος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ ἑξῆς Τροπάριον. Ἦχος δ΄. Βασίλειον διάδημα.
Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνῳδίαις, εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησία, τὴν οὐράνιον δόξαν, ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς, Φανούριε, ἔνδοξε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὤφθης ὥσπερ λύχνος φαεινός, Μάρτυς έναθλήσας νομίμως, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ὅθεν σου δεόμεθα, μακρὰν ἀπέλασον, ἐξ ἡμῶν ταῖς πρεσβείαις σου, παθῶν τὴν ὀμίχλην, καὶ τῶν περιστάσεων, πικρὰν σκοτόμαιναν, φέγγος δὲ ἀνάτειλον πᾶσι, θείας θυμηδίας καὶ δόξης, ἀξιομακάριστε Φανούριε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.