Παρασκευή 25 Σεπτεμβρίου 2015

ΦΩΝΗ ΒΟΩΝΤΟΣ ΕΝ ΛΙΣΒΟΡΙΩ: «ΥΜΕΙΣ ΕΣΤΕ ΝΑΟΣ ΘΕΟΥ ΖΩΝΤΟΣ»

ΦΩΝΗ ΒΟΩΝΤΟΣ ΕΝ ΛΙΣΒΟΡΙΩ: «ΥΜΕΙΣ ΕΣΤΕ ΝΑΟΣ ΘΕΟΥ ΖΩΝΤΟΣ»:

Κυριακή Β’ Λουκά (αγάπη εις εχθρούς)

ΚΥΡΙΑΚΗ  27/9/2015 Α΄ ΛΟΥΚΑ «ΥΜΕΙΣ ΕΣΤΕ ΝΑΟΣ ΘΕΟΥ ΖΩΝΤΟΣ» (Β ´ Κορ. 6,16)



Ο Θεός έγινε άνθρωπος, για να κάνει τον άνθρωπο Θεό. Ο Θεός ενσαρκώθηκε για να θεωθεί ο άνθρωπος. Ο Θεός έγινε σάρκα, για να γίνει ο άνθρωπος πνευματοφόρος και πνευματοκίνητος. Ο Θεός, παίρνοντας την ανθρώπινη σάρκα, πρώτος την κάνει ναό της θεότητάς του. Ο ίδιος ο Κύριος το σώμα του το ονομάζει ναό (Ιω. 2, 19-22). Το «υμείς εστέ ναός Θεού ζώντος» βρίσκει την εφαρμογή του εν πρώτοις και κυριολεκτικά στον Θεάνθρωπο Χριστό, στο πρόσωπο του οποίου «κατοικεί παν πλήρωμα της θεότητος σωματικώς» (Κολ. 2, 9), μετά στην Θεοτόκο Μαρία και μετά σε όλους τους αγίους.

Η  ΣΥΝΕΧΕΙΑ:  ΕΔΩ

Τετάρτη 16 Σεπτεμβρίου 2015

Παρακλητικός Κανών εις τον Αγιον Μεγαλομάρτυρα Ευστάθιον.


Παρακλητικός Κανών εις τον Αγιον Μεγαλομάρτυρα Ευστάθιον.

ΠΟΙΗΜΑ ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΎ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τοῦ Σωτῆρος Ἀθλητὴς τροπαιοῦχος, καὶ τῆς ἀνδρείας ἀκαθαίρετος πύργος, Εὐστάθιε πανεύφημε Μαρτύρων καλλονή, πειρασμῶν τὴν ἔφοδον, ἀφ' ἡμῶν ἀποσόβει, ἐν εἰρήνῃ Ἅγιε, τὴν ζωὴν διεξάγων, τῶν σὲ προστάτην μέγιστον σοφέ, προβαλλομένων, καὶ πρέσβυν πρὸς Κύριον.

Δόξα. Τὸ αὐτό.
Καὶ νῦν... Θεοτοκίον.
Οὐ σιωπησομέν ποτε Θεοτόκε...

Εἶτα ὁ Ν'
Κανών, οὗ ἡ Ἀκροστιχίς·

«Ἐν εὐσταθείᾳ σῷζέ με Μάρτυς. Γερασίμου».

Ωδὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύοας.
Ἐλέους τὸν πρύτανιν καὶ Θεον, Εὐστάθιε Μάρτυς, καθικέτευε ἐκτενῶς, πταισμάτων συγχώρησιν διδόναι. τοῖς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχουσι.

Ναμάτων ἀΰλων ζωοποιῶν, ἐπόμβρησον Μάρτυς, τὰς σταγόνας ἐξ οὐρανοῦ, καὶ σβέσον τὴν φλόγα τῶν παθῶν μου, ταῖς ἐπομβρίαις τῶν σῶν παρακλήσεων.

Εὐστάθειαν βίου διηνεκῆ, Εὐστάθιε Μάρτυς, καὶ ἀνδρείαν ἐν πειρασμοῖς, καὶ λύσιν παθῶν παρενοχλούντων, ἡμῖν ἐξαίτει τοῖς σὲ μακαρίζουσι.
Θεοτοκίον.
Ὑ'ψίστου καθέδρα περιφανής, ἐδείχθης Παρθένε, σωματώσασα τὸν Θεόν, ᾧ πρέσβευε πάσης ἁμαρτίας, ἀποκαθάραι τοὺς σὲ μεγαλύνοντας.

Ωδὴ γ'. Οὐρανίας ἁψῖδος.
Συμφορῶν τάς ἐφόδους, καρτερικῶς ἤνεγκας· ὅθεν καρτερῶς ὑπομένειν, ἡμᾶς ἐνίσχυσον, Μάρτυς Εὐστάθιε, τὰς χαλεπὰς ἐπινοίας, τοῦ δολίου δράκοντος, γνώμης στερρότητι.

Τὰς ὁρμὰς καὶ τὰ βέλη τὰ καθ΄ ἡμῶν σύντριψον, τῶν ἐπιζητούντων ταράττειν ὑμᾶς Εὐστάθιε καὶ ἀστασίαστον, ἔργοις ἐνθέοις κομῶσαν τὴν ζωὴν συντήρησον, ἡμῶν δεόμεθα.

Ἄκαθαίρετος πύργος, ὑπομονῆς πέφηνας. πρὸς τὴν τελειότητα ταύτης ,παιδεύων πάντοτε ἡμῶν τὸ φρονημα, ἐν πειρασμοῖς πολυτρόποις καὶ ποικίλαις θλίψεσι, Μάρτυς Εὐστάθιε.
Θεοτοκίον.
Θεὸν Λόγον τεκοῦσα. μετὰ σαρκὸς Ἄχραντε, τὸν ἀνακαινίσαντα κόσμον τῆς πάλαι πτώσεως, τὸν νοῦν μου καίνισον, ζωοποιῷ θείῳ φόβῳ, καὶ ψυχήν μου κάθαρον δεινῶν προλήψεων.

Διάσωσον Μεγαλομάρτυς Εὐστάθιε πάσης βλάβης, καὶ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς προσιόντας τῇ θείᾳ σου
ἀντιλήψει.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

ΑΙΤΗΣΙΣ

Κάθισμα. Ἦχος Β΄ Πρεσβεία θερμή.
Παθῶν τάς ὁρμάς, καὶ πειρασμῶν τὸν κλύδωνα, καὶ πᾶσαν φθοράν, τὴν καθ΄ ἡμῶν ἀπότρεψον, Εὐστάθιε μακάριε, ὡς πιστῶν ἀσφαλὲς εριτείχισμα· σὺ γὰρ ποικίλως Μάρτυς πειρασθείς, ἀρήγεις τοῖς κάμνουσι ταῖς θλίψεσι.

Ωδὴ δ'.Εἰσακήκοα Κύριε.
Εὕροιμί σε Εὐστάθιε, ὥρᾳ τῆς ἀνάγκης βοηθὸν ἕτοιμον, συνοχῆς με ἐξαιρούμενον τῶν ἐπελθουσῶν μοι Μάρτυς θλίψεων.

Ἴασαί μου τὸν καύσωνα, τὸν τῆς ἀθυμίας τῆς συνθλιβούσης με καὶ παράσχου τῇ καρδίᾳ μου, τὴν ἀναψυχὴν Μάρτυς τὴν κρείττονα.

Ἀθλοφόροι ἀήττητοι σὺν τῇ Θεοπίστῃ Μάρτυς Εὐστάθιε, καὶ Θεόπιστε, Ἀγάπιε, πάσης συμφορᾶς ἡμᾶς λυτρώσασθε.
Θεοτοκίον.
Σωτηρίας τὸν αἴτιον, σῴζοντα τὸν κόσμον Χριστὸν κυήσασα, σωτηρίας με ἀξίωσον, Κεχαριτωμένη τὸν ἱκέτην σου.

Ωδή ε'. Φώτισον ἡμᾶς.
Ὥσπερ ἀκλινής ἐν ταῖς θλίψεσιν Εὐστάθιε, μὴ ἐκκλίνειν ταῖς τοῦ ὄφεως βουλαῖς, ἐνδυνάμωσον τὸν νοῦν ἡμῶν δεόμεθα.

Ζῆν ἡμᾶς καλῶς, εὐπραγίᾳ καὶ σεμνότητι, καὶ ἁπάσῃ ἐνάρετῳ ἀγωγῇ, καταξίωσον Εὐστάθιε μακάριε.

Ἔχοντες ὑμᾶς Θεοπίστη καὶ Εὐστάθιε, σὺν τοῖς τέκνοις ὑμῶν θείους ἀρωγούς, οὐ πτοούμεθα ἐχθρῶν τὰ μηχανήματα.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, τῇ ἀγάπῃ τοῦ Υἱοῦ σου τῇ θερμῇ, τὴν ψυχήν μου ἀναπτέρωσον καὶ σῶσόν με.

Ωδὴ στ'. Τὴν δέησιν.
Ἐν πάσῃ ἐπιφορᾷ ὀλεθρίῳ, καὶ δεινῇ προσδοκωμένῃ μανίᾳ, σὺ βοηθὸς ἡμῖν φάνηθι Μάρτυς, τῶν θλιβερῶν διαλύων τήν ἔφοδον, καὶ τὴν εἰρήνην ἐκ Θεοῦ, πρυτανεύων ἡμῖιν τοῖς ποθοῦσί σε.

Μεγίστους πόνους ἀνδρείως ἐνέγκας, θαυμαστῶς ἐμεγαλύνθης θεόθεν, Μεγαλομάρτυς Εὐστάθιε, μάκαρ· ἔνθεν μεγάλων κινδύνων καὶ θλίψεων, τῇ σὴ μεγίστῃ πρὸς Χριστόν, παρρησίᾳ ἡμᾶς ῥύῃ πάντοτε.

Ἀγάπῃ συνδεδεμένοι ἀρρήκτως, ὡς ὁμόφρονες ἐν βίῳ καὶ ἄθλοις ἐν ὁμονοίᾳ ἡμᾶς καὶ ἀγάπῃ διατηρήσατε Ἅγιοι Μάρτυρες, Εὐστάθιε σὺν τοῖς υἱοῖς καὶ τῇ σῇ ὁμοζύγῳ δεόμεθα.
Θεοτοκίον.
Ῥυσθῆναι τῆς τοῦ ἐχθροῦ με μανίας, καὶ ἁπάσης δυσχερῶν προσδοκίας, τῇ σῇ εὐδόκησον χάριτι Κόρη, καὶ ἐν εἰρήνῃ καὶ βίου σεμνότητι, ἀξίωσόν με ἐκτελεῖν, τῆς ζωῆς μου Ἁγνὴ τὸ ὑπόλοιπον.

Διάσωσον Μεγαλομάρτυς Εὐστάθιε πάσης βλάβης, καὶ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

ΑΙΤΗΣΙΣ..

Κοντάκιον.
Ἦχος β΄ Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τῇ πρὸς Θεόν σου πρεσβείᾳ Εὐστάθιε, πολυειδῶν πειρασμῶν λυτρωθείημεν· ὅτι πρὸς σὲ ἀφορῶντες ἑκάστοτε, συμβαινουσῶν κουφιζόμεθα θλίψεων, ὑμνοῦντες τὸν σὲ θαυμαστώσαντα.

Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον
Τό Εὐαγγέλιον ( ἰέ΄. 17-27, ἰστ΄. 1-2 ).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμίν, ἴνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε,
ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει· ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγώ εἶπον ὑμίν·
οὐκ ἔστι δοῦλος μείζων του κυρίου αὐτοῦ. εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξουσιν· εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν, ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμίν διά τό
ὄνομά μου, ὅτι οὐκ οἴδασι τόν πέμψαντα μέ, εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα ἐν αὐτοῖς ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δέ καί ἐωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν πατέρα μου, ἀλλ' ἴνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμω αὐτῶν, ὅτι ἐμίσησαν μέ δωρεάν. Ὅταν δέ ἔλθη ὁ παράκλητος ὄν ἐγώ πέμψω ὑμίν παρά τοῦ πατρός, τό Πνεῦμα τῆς ἀληθείας ὅ παρά τοῦ πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ· καί ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμίν ἴνα μή σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἴνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξη λατρείαν προσφέρειν τῷ Θεῶ.


Δόξα... Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἦχος πλ β΄ Ὅλην ἀποθέμενοι.

Στίχ. Ἐλέησόν με ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου...

Πύργος ἀπερίτρεπτος. ὑπομονῆς καὶ ἀνδρείας, καὶ λαμπρὸν ὑπόδειγμα ψυχικῆς στερρότητος, Μάρτυς πέφηνας· διὸ αἰτοῦμέν σε, τάς ἐπαναστάσεις καθ΄ ἡμῶν τοῦ πολεμήτορος, καί. τὰ βουλεύματα, καὶ τάς μηχανὰς τάχος σύντριψον, ἀνδρείαν παρεχόμενος, καὶ ὑπομονὴν ἡμῖν ἄτρεπτον, ὡς ἂν θεοφρόνως, βιώσαντες Εὐστάθιε σοφέ, τῇ σῇ πρεσβείᾳ τῆς κρείττονος, δόξης ἐπιτύχωμεν.

Ωδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν παθῶν τάς ὀδύνας καὶ τοὺς ἄνθρακας σβέσον Μάρτυς τῶν θλίψεων, καὶ ἄλυπον συντηρεῖ, ἐκ πάσης ἐπηρείας τὴν ζωὴν ἡμῶν πάντοτε, τῶν σὲ θερμὸν ἀρωγόν, Εὐστάθιε πλουτούντων.

Ὑ'πὲρ πάντων δυσώπει, τῶν πιστῶς προστρεχόντων τῇ προστασίᾳ σου, πικρῶν ἀρρωστημάτων, ψυχῶν τε καὶ σωμάτων, ἐκλυτροῦσθαι Εὐστάθιε, καὶ μετὰ τέλος τυχεῖν τῆς ἄνω βασιλείας.

Σωτηρίας λιμένα, τὴν θερμήν σου πρεσβείαν Μάρτυς κτησάμενοι, ἐκ πάσης τρικυμίας, καὶ ζάλης τῆς ἐν βίῳ ἐκλυτρούμεθα ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητος εἶ.
Θεοτοκίον.
Γεωργήσασα Κόρη, ἀνηρότως τὸν πάντα δημιουργήσαντα, γεώργιόν με θεῖον, ζωῆς τῆς ἐνάρετου, Θεοτόκε ἀνάδειξον, ἵνα βλαστήσω Ἁγνή, καρποὺς ἀθανασίας.

Ωδὴ η΄ Τὸν Βασιλέα.
Ἐκ τῶν σκανδάλων, τῶν χαλεπῶν τοῦ Βελίαρ, ἐλεύθερωσον Εὐστάθιε τρισμάκαρ, τοὺς τῆς σῆς αἰτοῦντας, τυχεῖν ἐπικουρίας.

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, καὶ συγχώρησιν πταισμάτων Ἀθλοφόρε, τῇ σῇ μεσιτείᾳ, ἡμῖν πρὸς τὸν Σωτῆρα.

Ἁγίων στίφος, σὺν τῷ κλεινῷ Εὐσταθίῳ Θεόπιστε, Ἀγάπιε τρισμάκαρ, καὶ τῇ Θεοπίστῃ, ἡμᾶς περιφρουρεῖτε.
Θεοτοκίον.
Σκέπη μοι ἔσο ἐκ τῶν βελῶν τοῦ Βελίαρ καὶ ὁδήγει με πρὸς τρίβον μετανοίας, Κεχαριτωμένη, ΙΙαρθένε Θεοτόκε.

Ωδὴ θ'. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν καὶ σθένος, δίδου ἐν ἀνάγκαις, καὶ συμφοραῖς ταῖς τοῦ βίου Εὐστάθιε, τὰ δυσχερῆ εὐμαρίζων τῇ ἀντιλήψει σου.

Μὴ παύσῃ ἐποπτεύειν, καὶ τὴν σὴν παρέχειν ἐπισκοπὴν Ἀθλοφόρε Εὐστάθιε, τοῖς ἀδιστάκτῳ καρδίᾳ σὲ μακαρίζουσι.

Οἱ Μάρτυρες Κυρίου, σὺν τῷ Εὐσταθίῳ καὶ Θεοπίστῃ θέοφρον Ἀγάπιε, καὶ Θεοπίστῳ Κυρίῳ ἡμᾶς προσάγοιτε.
Θεοτοκίον.
Ὑμνοῦμέν σε βοῶντες χαῖρε Θεοτόκε, ἁμαρτωλῶν ἱλαστήριον μέγιστον, καὶ προστασία τοῦ κόσμου καὶ καταφύγιον.

Τὸ Ἄξιόν ἐστιν... καὶ τὰ Μεγαλυνάρια.

Δόξῃ οὐρανίῳ καταυγασθείς, θεόκλητος ὤφθης, ὡς ὁ Παῦλος εὐκλεής, καὶ λαμπρῶς ἀθλήσας, Εὐστάθιε τρισμάκαρ, ἀξίως ἐδοξάσθης θείοις χαρίσμασι.

Ἤκουσας καλούσης σε τῆς φωνῆς, Χριστοῦ τοῦ Σωτῆρος τοῦ ὀφθέντός σοι θαυμαστῶς, δι' ἐλάφου μάκαρ, καὶ χαίρων ἐπορεύθης, τὴν μαρτυρίου τρίβον, Μάρτυς Εὐστάθιε.

Χαίροις τῆς ἀνδρείας ὑπογραμμὸς καὶ Ἰὼβ τοῦ θείου, ὑποτύπωσις ἀληθής· χαίροις ὁ ἀλείφων, ἡμᾶς πρὸς σωτηρίαν ὑπομονῆς σου Μάρτυς τοῖς κατορθώμασι.

Ὡς σεπτὴν θυσίαν καὶ προσφοράν, τοὺς ἐκ τοῦ μηροῦ σου, προελθόντας κλεινοὺς βλαστούς, ἀθλήσεως πόνοις, προσήγαγες Κυρίῳ, Εὐστάθιε θέοφρον, σὺν τῇ συζύγῳ σου.

Χαίροις τῶν Μαρτύρων ἡ τετρακτύς, Εὐστάθιε μάκαρ, Θεοπίστῃ σὺν τῇ σεμνῇ, καὶ σὺν Ἀγαπίῳ, Θεόπιστε παμμάκαρ, ἡμῶν πρὸς τὴν Τριάδα, πρέσβεις θερμοτατοι.

Παραστάται ὄντες πανευκλεεῖς, οἷα Ἀθλοφόροι, τοῦ Παντάνακτος Ἰησοῦ, εὐστάθειαν βίου, καὶ ἄφεσιν πταισμάτων, ἡμῖν ἀεὶ αἰτεῖτε, Ἅγιοι Μάρτυρες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων βοηθὸς καὶ ἀρωγός, ἔνδοξε Εὐστάθιε πέλεις, καὶ καταφύγιον, τῶν προσερχομένων σοι, ἀνενδοιάστῳ ψυχῇ· πάσης βλάβης οὖν φυλάττε, ἡμᾶς ἀνωτέρους, καὶ Χριστοῦ τὰ βήματα, ἀκατακρίτους σοφέ, δεῖξον, μετὰ τέλος θεόφρον, τῇ μαρτυρικῇ σου πρεσβείᾳ, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δίστιχον

Εὐστάθειαν δίδου μοι ψυχῆς ἐν πᾶσι Εὐστάθιε σπεύδοντι σοὶ Γερασίμῳ.

Σάββατο 12 Σεπτεμβρίου 2015

ΦΩΝΗ ΒΟΩΝΤΟΣ ΕΝ ΛΙΣΒΟΡΙΩ: «ΕΜΟΙ ΔΕ ΜΗ ΓΕΝΟΙΤΟ ΚΑΥΧΑΣΘΑΙ ΕΙ ΜΗ ΕΝ ΤΩ ΣΤΑΥΡΩ Τ...



ΦΩΝΗ ΒΟΩΝΤΟΣ ΕΝ ΛΙΣΒΟΡΙΩ: «ΕΜΟΙ ΔΕ ΜΗ ΓΕΝΟΙΤΟ ΚΑΥΧΑΣΘΑΙ ΕΙ ΜΗ ΕΝ ΤΩ ΣΤΑΥΡΩ Τ...: » 

ΤΟ ΚΕΙΜΕΝΟ ΕΔΩ

»Δέστε μέ πόσο μεγάλα γράμματα σάς έγραψα με το δικό μου το χέρι. Όσοι θέλουν να αρέσουν σύμφωνα με τη σάρκα, αυτοί σας αναγκάζουν να κάνετε την περιτομή, μονάχα για να μη καταδιώκονται εξαιτίας τού σταυρού τού Χριστού. Επειδή, ούτε αυτοί που κάνουν την περιτομή τηρούν τον νόμο· αλλά, θέλουν να κάνετε εσείς την περιτομή, για να έχουν καύχηση στη σάρκα σας. Σε μένα, όμως, μη γένοιτο να καυχώμαι, παρά μονάχα στον σταυρό τού Κυρίου μας Ιησού Χριστού, διαμέσου τού οποίου ο κόσμος σταυρώθηκε ως προς εμένα και εγώ ως προς τον κόσμο. Επειδή, στον Ιησού Χριστό ούτε η περιτομή έχει κάποια ισχύ ούτε η ακροβυστία, αλλά η καινούργια κτίση. Και όσοι περπατήσουν σύμφωνα με τούτο τον κανόνα, ειρήνη επάνω σ' αυτούς και έλεος, κι επάνω στον Ισραήλ τού Θεού. Στο εξής, κανένας ας μη μου δίνει ενόχληση· επειδή, εγώ βαστάζω στο σώμα μου τα στίγματα του Κυρίου Ιησού. Η χάρη τού Κυρίου μας Ιησού Χριστού είθε να είναι μαζί με το πνεύμα σας, αδελφοί. Αμήν.