Πέμπτη 3 Δεκεμβρίου 2015

ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΟΛΑΟΥ ΤΟΥ ΕΝ ΜΥΡΟΙΣ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν
Μύρῳ θείῳ σε ἔχρισε, θεία χάρις τοῦ Πνεύματος, Μύρων προεδρεύσαντα καὶ μυρίσαντα, ταῖς ἀρεταῖς Ἱερώτατε, τοῦ κόσμου τὰ πέρατα, ἡδυπνόοις τε εὐχαῖς, τὰ δυσώδη διώκοντα, πάθη πάντοτε· διὰ τοῦτό σε πίστει εὐφημοῦμεν, καὶ τελοῦμέν σου τὴν μνήμην, τὴν παναγίαν Νικόλαε. (Δίς)

Ὡς λαμπτῆρά σε ἄδυτον, ὡς φωστῆρα παγκόσμιον, ἐν τῷ στερεώματι ἀναλάμψαντα, τῆς Ἐκκλησίας Νικόλαε, καὶ κόσμον φωτίζοντα, καὶ κινδύνων χαλεπῶν, τὴν ἀχλύν ἀπελαύνοντα, καὶ ἐξαίροντα, ἀθεΐας χειμῶνα καὶ γαλήνην, ἐργαζόμενον βαθεῖαν, χρεωστικῶς μακαρίζομεν.

Καὶ παρὼν καὶ φαινόμενος, ἐν ὀνείροις Νικόλαε, τοὺς ἀδίκως μέλλοντας θνῄσκειν ἔσωσας, ὡς συμπαθὴς ὡς φιλάγαθος, ὡς ῥύστης θερμότατος, ὡς προστάτης ἀληθής, τῶν πιστῶς ἐξαιτούντων σου, τὴν ἀντίληψιν, Ἱερώτατε Πάτερ τῶν Ἀγγέλων, συμπολῖτα Ἀποστόλων καὶ Προφητῶν ἰσοστάσιε.

Δόξα... Ἦχος πλ. β'
Κληρονόμε Θεοῦ, συγκληρονόμε Χριστοῦ, λειτουργὲ Κυρίου, Ἅγιε Νικόλαε, κατὰ τὸ ὄνομά σου, οὕτω καὶ ἡ πολιτεία σου· συνεξέλαμψε γὰρ τῇ πολιᾷ ἡ σύνεσις, ἐμαρτύρει τὸ φαιδρὸν τοῦ προσώπου σου, τῆς ψυχῆς τὸ ἀνεξίκακον, ἐβεβαίου τὴν πραότητα, τοῦ λόγου τὸ ἥσυχον, ἡ ζωή σου ἔνδοξος, καὶ ἡ κοίμησις μετὰ Ἁγίων. Πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ

Ἦχος πλ. β' Τριήμερος ἀνέστης Χριστὲ
Νικόλαε μακάριε, προσπίπτοντά με οἴκτειρον, δέομαί σου, καὶ τὰ ὄμματα σοφέ, φώτισον τῆς ψυχῆς μου, ἵνα καθαρῶς βλέψω, τὸν φωτοδότην καὶ οἰκτίρμονα.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ἐχθρῶν ἐπιζητούντων με, κακοποιῆσαι Ἅγιε, ἐξελοῦ με, παρρησίαν πρὸς Θεόν, ὡς ἔχων Ἱεράρχα, Νικόλαε παμμάκαρ, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.
Λιμένα σε ἀχείμαστον, καὶ τεῖχος ἀπροσμάχητον, Ἱεράρχα, σὲ κεκτήμεθα πιστοί, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, καὶ ὁδηγὸν ψυχῶν καὶ πρόμαχον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ζηλώσας ὁ ἀντίδικος, τὴν ποίμνην Πανάχραντε, καθ' ἑκάστην, ἐκζητεῖ ὁ πονηρός, κατάβρωμα ποιῆσαι, ἀλλὰ σὺ Θεοτόκε, τῆς τούτου βλάβης ἐξελοῦ ἡμᾶς.

Ἀπολυτίκιον Ἦχος δ'
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ.
Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Μύροις, παροικήσας αἰσθητῶς, μύρον ἀληθῶς ἀνεδείχθης, μύρῳ χρισθεὶς νοητῷ Ἅγιε Νικόλαε, Ἀρχιεράρχα Χριστοῦ, καὶ μυρίζεις τὰ πρόσωπα, τῶν πίστει καὶ πόθῳ, σοῦ τὴν παναοίδιμον, μνήμην τελούντων ἀεί, λύων συμφορῶν καὶ κινδύνων, τούτους καὶ τῶν θλίψεων Πάτερ, ἐν ταῖς πρὸς τὸν Κύριον πρεσβείαις σου.

Νίκη, φερωνύμως ἀληθῶς, τοῦ πιστοῦ λαοῦ ἀνεδείχθης, ἐν πειρασμοῖς κραταιά, Ἅγιε Νικόλαε, θεράπων ὄντως Χριστοῦ· πανταχοῦ γὰρ καλούμενος, ὀξέως προφθάνεις, πόθῳ τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου· σὺ γὰρ ἐν νυκτὶ καὶ ἡμέρᾳ, πίστει ὀπτανόμενος σῴζεις, ἐκ τῶν πειρασμῶν καὶ περιστασεων.

Ὤφθης, Κωνσταντίνῳ Βασιλεῖ, σὺν τῷ Ἀβλαβίῳ κατ' ὄναρ, καὶ τούτους φόβῳ βαλών, οὕτως αὐτοῖς εἴρηκας. Λύσατε δὴ ἐν σπουδῇ, τῆς εἱρκτῆς οὓς κατέχετε, δεσμίους ἀδίκως, ἀθώους τυγχάνοντας, τῆς παρανόμου σφαγῆς· ὅμως ἀλλ' ἐὰν παρακούσῃς, ἔντευξιν ποιήσομαι Ἄναξ, κατὰ σοῦ πρὸς Κύριον δεόμενος.

Μέγας, ἀντιλήπτωρ καὶ θερμός, τοῖς ἐν τοῖς κινδύνοις τελοῦσιν, ὑπάρχεις ἔνδοξε, Ἅγιε Νικόλαε, Ἱεροκήρυξ Χριστοῦ, τοῖς ἐν γῇ καὶ τοῖς πλέουσι, τοῖς πόρρω καὶ πέλας, οἷα συμπαθέστατος, καὶ πρεσβευτὴς κραταιός· ὅθεν συνελθόντες βοῶμεν· Πρέσβευε πρὸς Κύριον ὅπως, πάσης λυτρωθῶμεν περιστάσεως.

Ἕτερα Στιχηρὰ Προσόμοια
Ἦχος ὁ αὐτὸς. Ποίοις εὐφημιῶν (Νικολάου Μαλαξοῦ αὐθαίρετα)
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην, τὸν σαρκὶ ἐν Μύροις ὑπάρχοντα, καὶ πνευματικῶς πᾶσι προφθάνοντα, τοῖς εἰλικρινῶς αὐτὸν ποθοῦσι, τὸ πάντων, τῶν θλιβομένων παραμύθιον, καὶ πάντων, τῶν ἐν κινδύνοις καταφύγιον, τῆς εὐσεβείας τὸν πύργον, τῶν πιστῶν τὸν πρόμαχον, τὸν δι' οὗ ὀφρὺν δυσμενῶν, Χριστός καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην, τὸν τῆς ἀσεβείας ἀντίπαλον, καὶ τῆς εὐσεβείας ὑπέρμαχον, τὸν τῆς Ἐκκλησίας πρωτοστάτην, τὸν μέγαν, προασπιστήν τε καὶ διδάσκαλον, τὸν πάντας, τοὺς κακοδόξους καταισχύνοντα, τὸν ὀλετῆρα Ἀρείου, καὶ θερμὸν ἀντίμαχον, τὸν δι' οὗ τὴν τούτου ὀφρύν, Χριστός καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις προφητικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην, τὸν τὰ πόρρω ὄντα προβλέποντα, καὶ ταῦτα σαφῶς προαγγέλλοντα, προθεσπίζοντά τε ὡς παρόντα, τὸν πᾶσαν, τὴν οἰκουμένην περιθέοντα, καὶ πάντας, ἀδικουμένους ἐκλυτρούμενον, τὸν ἐν ὀνείροις ὀφθέντα, Βασιλεῖ θεόφρονι, καὶ τοὺς πρὶν δεσμίους σφαγῆς, ἀδίκου ῥυσάμενον, τὸν πλουτοῦντα τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β'
Ἱεραρχῶν τὴν καλλονήν, καὶ τῶν Πατέρων κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· Χαίροις ὁ τῶν Μυρέων φρουρός, καὶ πρόεδρος σεπτός, καὶ στῦλος ἀπερίτρεπτος. Χαίροις φωστὴρ παμφαέστατε, ὁ τὰ τοῦ κόσμου πέρατα, διαλάμπων τοῖς θαύμασι. Χαίροις τῶν θλιβομένων ἡ θεία χαρμοσύνη, καὶ ἀδικουμένων θερμότατος προστάτης, καὶ νῦν παμμάκαρ Νικόλαε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἀεί, τὴν χαρμόσυνον καί πανέορτον μνήμην σου.

Καὶ νῦν... Προεόρτιον Ἦχος ὁ αὐτὸς
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 7 & 3, 13-16 & ἐκλογὴ)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ, Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδούς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γάρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 31-32 & 11, 1-12)
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται· Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς, Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας, οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, ψάλλομεν Στιχηρά, Ἰδιόμελα.

Ἦχος α'
Ἐνατενίσας ἀκλινῶς τῷ ὕψει τῆς γνώσεως, καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, σαῖς διδαχαῖς κόσμον κατεπλούτισας, Πάτερ. Ὑπὲρ ἡμῶν ἀεὶ Χριστὸν δυσώπει, Ἱεράρχα Νικόλαε.

Ὁ αὐτὸς
Ἄνθρωπε τοῦ Θεοῦ καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν αὐτοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, στήλη τε ἔμψυχε, καὶ ἔμπνους εἰκών· ὡς θεῖον γὰρ θησαυρὸν σε, ἡ τῶν Μυρέων Ἐκκλησία, ἀγαμένη προσήκατο, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β'
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἀνέδειξέ σε τῇ ποίμνῃ σου Χριστὸς ὁ Θεός, Ἱεράρχα Νικόλαε· ἐν γὰρ τοῖς Μύροις μυρίζων, διαλάμπεις φαιδρῶς τοῖς θείοις σου κατορθώμασιν, ὀρφανῶν καὶ χηρῶν προστάτα· διὸ ἱκετεύων μὴ παύσῃ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς
Πάτερ Νικόλαε, ἡ μυροθήκη τῶν λειψάνων σου, τὰ Μύρα πολιουχεῖ· διὸ καὶ δεσμίους, ἀκρίτως κατακριθέντας, ἐν ὀνείρῳ Βασιλεῖ τῇ ὀπτασίᾳ σου φανείς, ἠλευθέρωσας θανάτου, δεσμῶν καὶ φυλακῆς· ἀλλὰ καὶ νῦν, ὡς τότε, καὶ ἀεί, δι' ὀπτασίας σου φάνηθι, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτὸς
Πάτερ Νικόλαε, εἰ καὶ τὰ Μύρα σιωπᾷ, ἀλλ' ὁ κόσμος ὅλος, ὁ ὑπὸ σοῦ φωτισθείς, καὶ ἡ τοῦ Μύρου εὐωδία, καὶ τῶν θαυμάτων τὰ πλήθη, ἀνακράζει εὐφήμοις ὑμνῳδίαις, καὶ οἱ σωθέντες διὰ σοῦ κατάκριτοι. Σὺν τοῖς ἐν Μύροις καὶ ἡμεῖς μέλποντες βοῶμεν· Πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ'
Πάτερ Νικόλαε, τοῦ παναγίου Πνεύματος μυροθήκη ὑπάρχων, ὡς ἔαρ μυρίζεις εὐφρόσυνον, τῶν θείων ἀρωμάτων Χριστοῦ· τῶν Ἀποστόλων γὰρ μιμητὴς γενόμενος, τήν οἰκουμένην περιπολεύεις, διὰ τῶν λόγων τῶν θαυμάτων σου. Ὅθεν καὶ τοῖς πόρρω ὡς ἐγγύς, δι' ὀνείρων ὀπτανόμενος, ἐκ θανάτου λυτροῦσαι, τοὺς ἀδίκῳ ψήφῳ θνῄσκειν μέλλοντας, διασῴζων παραδόξως, ἐκ κινδύνων πολλῶν, τοὺς ἐπικαλουμένους σε. Διὸ καὶ ἡμᾶς τῶν ἐπεμβαινόντων δυσχερῶν, ἐλευθέρωσον σαῖς πρεσβείαις, τοὺς ἀεὶ ἀνευφημοῦντάς σε.

Ἦχος πλ. β'
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθὲν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Νικόλαε.

Ἦχος πλ. δ'
Εἰς αἶνον ἔδραμες τοῦ Κυρίου Νικόλαε, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ αὐτὸς σε ἐδόξασεν ἐν ἐπουρανίῳ, καὶ ὄντως ζωή. Διὸ παρρησίαν κεκτημένος πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Ἦχος πλ. δ'
Τῶν ἀνδραγαθημάτων σου, Ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε τῶν πιστῶν τὰς καρδίας· τὶς γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐκ ἐθαύμασε; τήν πρὸς τοὺς πένητας ἱλαρότητα; θλιβομένων τὸ συμπαθές; πάντας θεοπρεπῶς ἐδίδαξας, Ἱεράρχα Νικόλαε, καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Προεόρτιον, ὁ αὐτὸς
Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη, τὸ σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν
Χαίροις ἡ ἱερὰ κεφαλή, τὸ καθαρὸν τῶν ἀρετῶν καταγώγιον, ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών, ὁ Ποιμὴν ὁ μέγας, ὁ φανότατος, πυρσὸς ὁ τῆς νίκης, ἐπιφερόμενος ὄνομα, ὁ δεομένοις, συμπαθῶς ἐπικλώμενος· ὁ καμπτόμενος, ἀσθενῶν ταῖς δεήσεσι· ῥύστης ὁ ἑτοιμότατος, φρουρὸς ὁ σωτήριος, πᾶσι τοῖς πίστει τελοῦσι, τήν παναοίδιμον μνήμην σου. Χριστὸν καταπέμψαι, Παμμακάριστε δυσώπει, τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χαίροις ὁ ἱερώτατος νοῦς, τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα, ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, καταπονουμένων ἡ βοήθεια, ἀστήρ, ὁ ταῖς λάμψεσιν, εὐπροσδέκτων δεήσεων, διασκεδάζων, πειρασμῶν τε καὶ θλίψεων, σκότος πάντοτε, Ἱεράρχα Νικόλαε. ὅρμος ὁ γαληνότατος, ἐν ᾧ καταφεύγοντες, οἱ τρικυμίαις τοῦ βίου περιστατούμενοι σώζονται. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.
Χαίροις ὁ ζήλου θείου πλησθείς, ἀπαγωγῆς τε πονηρὰς λυτρωσάμενος, ἀδίκως μέλλοντας θνῄσκειν, ἐπιστασίᾳ φρικτῇ, καὶ ταῖς δι' ὀνείρων προσφοιτήσεσι. Πηγὴ ἡ πηγάζουσα, ἐν τοῖς Μύροις Νικόλαε, μύρα πλουσίως, καὶ ψυχὰς καταρδεύουσα, τὰ δυσώδη τε τῶν παθῶν ἀπελαύνουσα. Μάχαιρα τὰ ζιζάνια, τῆς πλάνης ἐκτέμνουσα. Πτύον λικμίζον Ἀρείου, τὰ ἀχυρώδη διδάγματα. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β'
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, λειτουργὲ Κυρίου, ἄνερ ἐπιθυμιῶν, σκεῦος ἐκλογῆς, στῦλε καὶ ἑδραίωμα τῆς Ἐκκλησίας, Βασιλείας κληρονόμε, μὴ παρασιωπήσῃς, τοῦ βοᾶν ὑπὲρ ἡμῶν τὸν Κύριον.

Καὶ νῦν... Προεόρτιον, ὁ αὐτὸς
Ἀνύμφευτε Παρθένε, πόθεν ἥκεις; τὶς ὁ τεκὼν σε; τὶς καὶ ἡ Μήτηρ σου; πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; πῶς οὐκ ἐφθάρης τὴν νηδύν, μεγάλων παραδόξων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐκ τῆς γῆς τὸ Σπήλαιον, καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τὸν Ἀστέρα, καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον.

Ἀπολυτίκιον Ἦχος δ'
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν
Ἦχος α' Τὸν τάφον Σωτὴρ
Ἀστράπτεις ἐν τῇ γῇ, τῶν θαυμάτων ἀκτῖσι, Νικόλαε σοφέ, καὶ κινεῖς πᾶσαν γλῶσσαν, εἰς δόξαν τε καὶ αἴνεσιν, τοῦ ἐν γῇ σε δοξάσαντος· ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς τὴν μνήμην σου, πίστει καὶ πόθῳ τιμῶντας, Πατέρων ἐκλόγιον.

Θεοτοκίον, ὅμοιον
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθη, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β' Στιχολογίαν
Ἦχος δ' Ἐπεφάνης σήμερον
Τῶν πιστῶν προΐστασαι, σκέπων φρουρῶν τούτους μάκαρ, καὶ ἐκ πάσης θλίψεως, ἀπολυτρούμενος σαφῶς, Ἱεραρχῶν ὡραιότατον, κλέος καὶ δόξα, Νικόλαε Ὅσιε.

Θεοτοκίον, ὅμοιον
Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρίδῃς, ἡ πάντων βοήθεια.

Μετὰ τὸν Πολυέλεον
Ἦχος δ' Ταχὺ προκατάλαβε
Προστάτης θερμότατος, τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Νικόλαε, τὰ τῶν αἱρέσεων, διδάγματα ἄθεα, λύων σὺν παρρησίᾳ, καὶ κανὼν ἀνεδείχθης, πᾶσιν ὀρθοδοξίας, ὑπὲρ πάντων πρεσβεύων, τῶν ἐφεπομένων σου θείαις, διδασκαλίαις καὶ εἰσηγήσεσι.

Θεοτοκίον, ὅμοιον
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάμωμε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, Πάναγνε κατὰ τῶν δούλων σου.

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θανατος τοῦ Ὁσίου.
Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.
Τό, Πᾶσα πνοὴ

Εὐαγγέλιον τοῦ Ἁγίου εἰς τόν ὄρθρον

Ἐκ τοῦ κατὰ Ἰωάννην
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ὁ Ν' Ψαλμός

Δόξα... ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν... ταῖς τῆς Θεοτόκου...

Εἶτα τὸ ἰδιόμελον, Ἦχος πλ. β'
Εὖ δοῦλε ἀγαθέ, καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθὲν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέωκται. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Νικόλαε.

Ὁ Κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν, εἰς ς' καὶ τοῦ Ἁγίου εἰς η'.

Κανὼν τῆς Θεοτόκου

ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

Σοφίας τὴν ἄβυσσον, ἡ τετοκυῖα, σταγόνα σοφίας μοι, Πηγὴ χαριτόβρυτε, σεμνὴ κατάπεμψον, ὑμνολογῆσαι τῶν χαρίτων σου τὸ πέλαγος.

Ὑμνῶ σε Πανύμνητε, ἣν ἀνυμνοῦσιν, Ἀγγέλων τὰ τάγματα, ὡς Θεὸν κυήσασαν, τὸν ὑπερύμνητον· ὃν πᾶσα κτίσις ἀνυμνεῖ ὅτι δεδόξασται.

Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς,
Σοὶ Νικόλαε θεῖον ἐξᾴδω μέλος. Θεοφάνους.

ᾨδὴ α' Ἦχος β'
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

Στεφηφόρος βήματι Χριστοῦ, πάνσοφε Νικόλαε, παρεστηκὼς σὺν Ἀγγέλων στρατεύμασι, φωτισμὸν μοι δώρησαι, καταυγάζοντα τῆς ψυχῆς μου τὴν ζόφωσιν, ὅπως εὐφημήσω χαίρων σου, παμμάκαρ τὴν Πανήγυριν.

Ὁ δοξάζων πάντας τοὺς αὐτόν, Κύριος δοξάζοντας, σὲ τοῖς πιστοῖς καταφύγιον δέδωκε, πειρασμῶν ῥυόμενον, τοὺς προστρέχοντας τῇ σῇ σκέπῃ Νικόλαε, καὶ προσκαλουμένους πίστει σε, καὶ πόθῳ παναοίδιμε.

Θεοτοκίον
Ἰσωθῆναι πόθον μοι ἐνθείς, ὄφις ὁ παμπόνηρος, τῷ Πλαστουργῷ, ὡς αἰχμάλωτον ἥρπασε· διὰ σοῦ δὲ Πάναγνε, ἀνακέκλημαι, θεωθεὶς ἀληθέστατα· σὺ γὰρ Θεομῆτορ, τὸν ἐμὲ θεώσαντα γεγέννηκας.

Ἕτερος Κανὼν τοῦ Ἁγίου, οὗ ἡ, Ἀκροστιχὶς κατὰ ἀλφάβητον, χωρὶς τῶν Τριαδικῶν καὶ τῶν Θεοτοκίων.

ᾨδὴ α' Ἦχος α'
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».

Ἀπόρῳ γλώττῃ καὶ χείλεσιν, ἐγκώμιον βραχὺ καὶ παράκλησιν, προσάξαι τῇ σῇ Νικόλαε, ἥκω θεομιμήτῳ ὑπεροχῇ, ἀλλ' ὡς πλουτοδότης, τὸν Σωτῆρα καὶ Θεὸν ἵλεων δίδου μοι.

Βροτὸς ὑπάρχων οὐράνιος, ἰσάγγελος ἐν γῇ πεφανέρωσαι, χηρῶν ἀντιλήπτωρ μέγιστος, καὶ καταπονουμένων ἐκδικητής, πάντων θλιβομένων, ἐν κινδύνοις βοηθός, Πάτερ Νικόλαε.

Γνωρίζει πᾶσα ὑφήλιος, Νικόλαε τρισμάκαρ τὰ θαύματα, τῶν σῶν ἀρετῶν τὸ πέλαγος, πένητες τὸν Προστάτην, καὶ ὀρφανοί, χῆραι τὸν τροφέα, καὶ τυφλοὶ τὸν ὁδηγόν, πάντες τὸν πρόμαχον.

Τριαδικὸν
Τριάδα σέβω τὴν ἄκτιστον, Πατέρα καὶ Υἱὸν σὺν τῷ Πνεύματι, οὐσίαν ἁπλὴν Θεότητα, φύσιν μὴ τεμνομένην οὐσιωδῶς, τρεῖς τὰς ὑποστάσεις, διαιρῶν προσωπικῶς, καὶ καθ' ὑπόστασιν.

Θεοτοκίον
Ἀσπόρως Λόγον συνείληφας, τὸν ἕνα τῆς Τριάδος Πανάχραντε, καὶ τοῦτον σαρκὶ γεγέννηκας, μείνασα μετὰ τόκον ὥσπερ τὸ πρίν, τοῦτον ὡς Υἱόν σου, καὶ Θεὸν ὑπέρ ἡμῶν ἀεὶ ἱκέτευε.

Καταβασία
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».

Τῆς Θεοτόκου

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε».

Ὁ οὐρανὸς ὁ καθαρώτατος, τὸ τοῦ Βασιλέως ἀνάκτορον, ὁ χαριτόπνους ἀληθῶς, καὶ εὐώδης Παράδεισος, ἡ ἐλπὶς Χριστιανῶν, ἡ Θεοτόκος ὑμνείσθω μοι.

Λόγῳ τὸν Λόγον ἀπεκύησας, τὸν τῷ λόγῳ πᾶσαν πρὸς ὕπαρξιν, παραγαγόντα λογικήν, φύσιν ἅμα καὶ ἄλογον, ἀλογίας ἐκλυτρούμενον, βροτοὺς Παντευλόγητε.

Τοῦ Ἁγίου

Ἐξήνθησεν ἡ ἔρημος
Νικόλαε μακάριε, τοῦ Δεσπότου γνήσιος, σὺ μαθητὴς γενόμενος, διασῴζεις τοὺς σοὶ προστρέχοντας χαλεπῶν ἐκ κινδύνων, καὶ θανάτου πικροῦ.

Ἱλάσθητι τοῖς δούλοις σου, τῶν πταισμάτων ἄφεσιν, ὡς ἀγαθὸς δωρούμενος, Νικολάου τοῦ σοῦ θεράποντος, ταῖς πρὸς σὲ μεσιτείαις Πολυέλεε.

Θεοτοκίον
Κατεύνασον τὸν τάραχον, τῶν παθῶν μου Δέσποινα καὶ τὴν ζωὴν κυβέρνησον, Παναγία Χριστὸν ἡ τέξασα, ἐν ᾧ ἐστερεώθῃ ἡ καρδία μου.

Ἕτερος τοῦ Ἁγίου

Τῷ πρὸ τῶν αἰώνων
Δέλτον ἐν καρδίᾳ, κεκτημένος θεόφρον πολλῶν ἀρετῶν, ἐγγεγραμμένην ἀθανάτῳ, καὶ ἀχράντῳ δακτύλῳ, Χριστοῦ τοῦ Θεοῦ Νικόλαε, ὑπὲρ κηρίον καὶ μέλι γλυκύ, στάζεις ἐν τοῖς λόγοις σου.

Ἔδειξεν ἡ χάρις, ἐπὶ σὲ παραδόξως τὰ θαύματα· ἡ φαιδρὰ γάρ σου πολιτεία, ὦ Νικόλαε ὄντως, χρυσοῦ παντὸς τηλαυγέστερον, ὑπεραστράπτει καὶ λάμπει ψυχαῖς, αἴγλῃ θείου Πνεύματος.

Ζῇς καὶ μετὰ πότμον, ἐν ὀνείροις σαφῶς ὀπτανόμενος, καὶ νεανίας ἐκ θανάτου, παραδόξως λυτροῦσαι βοῶν ἐμφανῶς τῷ Ἄνακτι· Μὴ ἀδικήσῃς τοὺς ἄνδρας, ἐπεὶ φθόνῳ διεβλήθησαν.

Τριαδικὸν
Ἵλεως γενοῦ μοι, Παναγία Τριὰς ὁ Θεὸς ἡμῶν, τῷ ἐν ἀμέτροις πλημμελείαις, ῥυπωθέντι τῷ βίῳ, Πατήρ, ὁ Υἱός, Πνεῦμα τὸ ζῶν, διατηροῦσά με πάντοθεν καὶ ἀεί, ἄτρωτον ἐκ θλίψεως.

Θεοτοκίον
Νέμοις Θεοτόκε, σωτηρίας ἐλπίδα τοῖς δούλοις σου, καὶ ἐν ἀνάγκαις καὶ κινδύνοις, ταχυδρόμοις πρεσβείαις, φρουρεῖν, βοηθεῖν παράστηθι· σὺ γὰρ τὸ κλέος ἡμῶν τῶν πιστῶν, πέλεις θεονύμφευτε.

Καταβασία
«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως· Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».

Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον
Ποταμὸν ἰαμάτων ὑπερχειλῆ, καὶ πηγήν σε θαυμάτων ἀνελλιπῆ, ἔδειξε Νικόλαε, τοῦ ἐλέους ἡ ἄβυσσος· οἱ γὰρ βαρείαις νόσοις, πικρῶς πιεζόμενοι, καὶ συμφοραῖς τοῦ βίου, δεινῶς ἐταζόμενοι, πάσης ἀθυμίας, ἀκεσώδυνον ὄντως, εὑρίσκουσι φάρμακον, τὴν θερμήν σου ἀντίληψιν· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις φέρεις, τὸν φέροντα ἅπαντα, τὸν τροφοδότην πάντων, καὶ Κτίστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε Ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι πάντα, ὅσα θέλεις Πανύμνητε.

Τῆς Θεοτόκου

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ἐν πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν. Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε».

Θανάτου μὲν αἰτία, ἡ Εὔα τοῖς βροτοῖς, συμβουλίᾳ ὄφεως, γεγένηται Ἁγνή, σὺ δὲ Παρθένε τεκοῦσα λόγῳ τὸν Λόγον, ἀθανασίας καὶ ζωῆς πρόξενος ὤφθης· ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.

Ἐν πνεύματι Προφῆται, προεῖδόν σε Ἁγνή, Ὄρος, Πύλην, Τράπεζαν, ἁγίαν Κιβωτόν, Λυχνίαν θρόνον ζωῆς, Στάμνον καὶ Κλίνην, Θεοῦ Μητέρα, ἐν συμβόλοις σε δηλοῦντες, ὧν ἡμεῖς ὁρῶμεν τὴν ἔκβασιν.

Τοῦ Ἁγίου

Ἐλήλυθας ἐκ Παρθένου
Ὁμιλήσας, καθαρῶς ταῖς ἀκτῖσι τοῦ Πνεύματος, φωτοφόρος γέγονας, κόσμου φωτίζων τὰ πέρατα, πᾶσι παριστάμενος, καὶ πάντας σῴζων, τοὺς πίστει σοι προστρέχοντας.

Λυτρούμενος, ἐκ θανάτου ὡς ὤφθης τὸ πρότερον, νεανίας Ὅσιε, οὕτω καὶ νῦν με διάσωσον, πάσης περιστάσεως, καὶ πειρασμῶν καὶ κινδύνων παμμακάριστε.

Ἀπήστραψας, ἀρετῶν λαμπηδόνας Πανόλβιε, μιμητὴς πανάριστος τοῦ σοῦ Δεσπότου γενόμενος· σῴζεις δὲ καλούμενος, τοὺς εὐλαβείᾳ καὶ πόθῳ σε δοξάζοντας.

Θεοτοκίον
Ἐλήλυθεν, ἐπὶ σοὶ ὁ Δεσπότης καὶ Κύριος, σωματωθησόμενος, καὶ διασώσων ὡς εὔσπλαγχνος, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Χαῖρε Θεοτόκε Πανάμωμε.

Ἕτερος τοῦ Ἁγίου

Ῥάβδος ἐκ τῆς ῥίζης
Ἡ κλῆσίς μου μόνη ἀληθῶς, ἐν πάσαις τῶν ἐχθρῶν βουλαῖς, προσκαλουμένη θᾶττον ῥύεται, τοὺς κράζοντάς σοι θερμῶς, Ἱερὲ Νικόλαε. Ὡς πρὶν στρατηλάτας ἐλυτρώσω, διάσωσον καὶ ἡμᾶς, πάσης ἐκ δεινῆς περιστάσεως.

Θρόνῳ παριστάμενος Θεοῦ, πρεσβεύειν ἐκτενῶς σοφέ, μὴ διαλίπῃς ὑπὲρ πάντων ὑμῶν, τῶν σῶν πιστῶν οἰκετῶν, θαυμαστὲ Νικόλαε, ἵνα τοῦ πυρὸς τοῦ αἰωνίου, ῥυσθῶμεν καὶ ἐξ ἐχθρῶν, γνώμης πονηρὰς καὶ κακώσεως.

Ἰάματα βρύεις πανταχοῦ, τοῖς πίστει σοι προστρέχουσι, καὶ ἐκ δεσμῶν λυτροῦσαι ἅπαντας· διὸ τὴν λύπην ἡμῶν, εἰς χαρὰν μετάβαλε, ταῖς εὐπροσδέκτοις ἱκεσίαις, Νικόλαε φαεινέ, θραύων τὴν ὀφρὺν τῶν ἐχθρῶν ἡμῶν.

Τριαδικὸν
Ἀνάρχου θεότητος ἀρχήν, Πατέρα καὶ Υἱὸν τιμῶ, καὶ Πνεῦμα σέβω τὸ πανάγιον, τὴν πάντων παντουργικήν, ἑνιαίαν ἄτμητον, τρισὶ χαρακτῆρσι καὶ προσώποις, διῃρημένην ἀεί, μίαν Βασιλείαν ἀμέριστον.

Θεοτοκίον
Σὺ ὄντως ἐπέκεινα βροτῶν, Ἀγγέλων τε ὑπέρτιμος, θεογεννῆτορ Κόρη πέφηνας· τὸν πάντων γὰρ Ποιητήν, ἐν γαστρὶ συνείληφας, σάρκα ὑλικὴν ἠμφιεσμένον, τεκοῦσα δίχα σπορᾶς. Ὢ καινοπρεποῦς θεωρήματος!

Καταβασία
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε».

Τῆς Θεοτόκου

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν».

Ὡς Κιβωτὸς Σεμνὴ ἁγιάσματος, καὶ ὡς πυρίμορφος θρόνος ἅγιος, καὶ ὡς Παλάτιον ἡγιασμένον, Δέσποινα ἐχώρησας, Θεὸν Παντοκράτορα.

Μήτηρ ἀπειράνδρως ἐν παρθένοις σύ, αὖθις Παρθένος δέ, ἐν μητράσι μόνη Πάναγνε ἀρρήτως ὤφθης· Θεὸν γὰρ ἐγέννησας, τὸν φύσεις ἀμείβοντα.

Τοῦ Ἁγίου

Ὁ φωτισμὸς
Θεοπρεπεῖ, πολιτείᾳ Τρισμάκαρ λελαμπρυσμένος, τοὺς κατακριθέντας ἀδίκῳ ψήφῳ θανατωθῆναι, παραστὰς ἐλυτρώσω, τῷ Δεσπότῃ Χριστῷ κραυγάζοντας· Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν.

Ἐν οὐρανοῖς, τὴν ἀΐδιον δόξαν νῦν ἐποπτεύων, καὶ τῆς ἀπορρήτου καὶ θείας αἴγλης, ταῖς φανοτάταις ἐντρυφῶν λαμπηδόσι, σκέπασόν με τῇ προστασίᾳ σου, Ὅσιε θεράπον, Χριστοῦ πανσεβάσμιε.

Θεοτοκίον
Ἵνα τὴν σήν, ἐκζητήσῃς εἰκόνα συγκεχωσμένην, τοῖς πάθεσι Σῶτερ τὰς οὐρανίους, λαθὼν δυνάμεις, σαρκωθεὶς ἐκ Παρθένου, ἐπεφάνης τοῖς σοὶ κραυγάζουσιν· Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν.

Ἕτερος τοῦ Ἁγίου

Θεὸς ὢν εἰρήνης
Κηρύττει σου Πάτερ, τὰ θαύματα νῦν, ἡ Μυρέων μεγίστη μητρόπολις, Λυκίων ἐπαρχία τε, καὶ πᾶσαι πατριαί, τὰς σὰς τερατουργίας, δι' ὧν πάντας ἐκ πόνων, θλιβερῶν ἐλυτρώσω, ἀξιοθαύμαστε Νικόλαε.

Λιμὴν τῶν χηρῶν, καὶ Πατὴρ τῶν ὀρφανῶν, βοηθὸς τῶν ἐν θλίψει πανάριστος, πενθούντων παραμύθιον, ποιμὴν καὶ ὁδηγός, πάντων τῶν πλανωμένων, Νικόλαε ὑπάρχων, καὶ ἡμᾶς ἐκ κινδύνων, ταῖς σαῖς πρεσβείαις ἀπολύτρωσαι.

Μετέστης ἐκ γῆς, πρὸς ἀΰλους σκηνάς, ἔνθα βλέπεις τὸ ἄφραστον κάλλος Χριστοῦ, Ἀγγέλων τοῖς στρατεύμασιν ἐφάμιλλος δειχθείς· διὸ σὺν Ἀποστόλοις, καὶ Μάρτυσι χορεύων, ἐκτενῶς τὸν Σωτῆρα, Πάτερ Νικόλαε ἱκέτευε.

Τριαδικὸν
Συνάναρχα τρία, ὁμόθρονα μέν, ἀμερίστου μιᾶς δὲ Θεότητος, δοξάζω αὐτεξούσια, τὰ πρόσωπα σαφῶς, δι' ἧς ἐκ τοῦ μὴ ὄντος, παρήχθην εἰς τὸ εἶναι, σὺν Ἀγγέλοις κραυγάζων, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.

Θεοτοκίον
Βροτῶν σωτηρία, καὶ πάντων ἐλπίς, ἡ προφθάνουσα τάχος καὶ σῴζουσα, οἰκτείρησον καὶ νῦν ἡμᾶς, βοῶμέν σοι Ἁγνή, τοὺς σὲ προσκαλουμένους, ἀεὶ ἐν περιστάσει· προστασίαν γὰρ ἡμεῖς, μετὰ Θεὸν ἄλλην οὐκ ἔχομεν.

Καταβασία
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε».

Τῆς Θεοτόκου

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι».

Προστασία τῶν πιστῶν, ἀθυμούντων χαρμονή, εὐφροσύνης καὶ χαρᾶς, ἔμπλησον πνευματικῆς, τοὺς δούλους σου, τοὺς πεποιθότας τῇ προστασίᾳ σου.

Οὐρανὸς ὁ λογικός, ὁ Ναὸς ὁ καθαρός, ἡ ἁγία Κιβωτός, ὁ τερπνότατος Θεοῦ, Παράδεισος, ἐν ᾧ τὸ ξύλον τῆς ζωῆς ὑμνείσθω μοι.

Τοῦ Ἁγίου

Ἐν ἀβύσσῳ πταισμάτων
Ὁ τῆς νίκης Νικόλαε στέφανος, σοῦ τῇ κορυφῇ ἀξίως ἐπιτέθειται, ὡς νικητὴς οὖν ἄριστος, τοὺς σὲ προσκαλουμένους διάσωσον.

Νεκρωθέντα με Μάκαρ τοῖς πταίσμασι, καὶ ταῖς τῶν παθῶν τρικυμίαις ποντούμενον, ἐπιφανεὶς διάσωσον, πρὸς λιμένα τοῦ θείου θελήματος.

Θεοτοκίον
Ἐπὶ σοὶ τὰς ἐλπίδας ἀνέθηκα, Μῆτερ ἀειπάρθενε τῆς σωτηρίας μου, καὶ σὲ προστάτιν τίθημι, τῆς ζωῆς ἀσφαλῆ τε καὶ ἄσειστον.

Ἕτερον τοῦ Ἁγίου

Σπλάγχνων Ἰωνᾶν
Νέος Ἀβραάμ, ἐδείχθης Νικόλαε, ὡς μονογενῆ υἱὸν προσάξας τὸν νοῦν, τῷ Δεσπότῃ σου, ἀναιμάκτους θυσίας προσφέρων ἀεί, κἀντεῦθεν εὐλογήθης ὡς φιλόξενος, Πάτερ, καὶ Τριάδος γέγονας, οἰκητήριον θεῖον καὶ ἄμωμον.

Ξένα καὶ φρικτά, ἐργάζῃ τεράστια, ἐν πάσῃ τῇ γῇ, καὶ ἐν θαλάσσῃ μακράν, κινδυνεύουσι, ταχυδρόμοις λιταῖς ἐφιστάμενος, ἀσθενούντων ἰατρός, καὶ πτωχευόντων τροφεύς, νίκης τε λαοῦ φερώνυμος, τοῦ πιστοῦ κατ' ἐχθρῶν ἀναδέδειξαι.

Ὄμματι νοός, προβλέπων τὰ μέλλοντα, δογμάτων ὀρθῶν, πάντας ἐνέπλησας, ὁμοούσιον, τῷ Πατρὶ τὸν Υἱὸν καταγγείλας ἡμῖν, καὶ Ἀρείου τὴν μανίαν ἐξωλόθρευσας, στήλην ὀρθοδόξου πίστεως, τὰ σεπτά σου προσθεὶς κατορθώματα.

Τριαδικὸν
Σέβω καὶ τιμῶ, Τριάδα ἀμέριστον, προσώποις τρισὶ διαιρουμένην ἀεί, ἑνουμένην δέ, τῇ οὐσίᾳ καὶ φύσει ὡς μίαν ἀρχήν, τὸν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, πάντων κραταιῶς δεσπόζουσαν, καὶ τὸ πᾶν συντηροῦσαν ὡς βούλεται.

Θεοτοκίον
Κλίνας οὐρανούς, ἐν μήτρᾳ σου Πάναγνε, Χριστὸς βουληθεὶς, ὅλος ἐσκήνωσεν· οὐ γὰρ ἔφερε, τῶν ἰδίων χειρῶν τὸ πλαστούργημα, καθορᾶν ὑπὸ τοῦ πλάνου τυραννούμενον, ἦλθε δὲ ἐν δούλου σχήματι, τὸ ἀνθρώπινον γένος λυτρώσασθαι.

Καταβασία
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον».

Κοντάκιον Ἦχος γ' Ἡ Παρθένος σήμερον
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.

Ὁ Οἶκος
Ἀνυμνήσωμεν νῦν τὸν Ἱεράρχην ᾄσμασι, τὸν ἐν Μύροις λαοὶ ποιμένα καὶ διδάσκαλον, ἵνα ταῖς πρεσβείαις αὐτοῦ ἐλλαμφθῶμεν· ἰδοὺ γὰρ ὤφθη ὅλος καθάρσιος, ἀκήρατος πνεύματι, Χριστῷ προσάγων θυσίαν ἄμωμον, τὴν εἰλικρινῆ καὶ Θεῷ εὐπρόσδεκτον, ὡς ἱερεὺς κεκαθαρμένος τῇ ψυχῇ καὶ τῇ σαρκί· ὅθεν ὑπάρχει ἀληθῶς, τῆς Ἐκκλησίας προστάτης, καὶ ὑπέρμαχος ταύτης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.

Συναξάριον
Τῇ ς' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.

Στίχοι
Ὁ Νικόλαος, πρέσβυς ὢν ἐν γῇ μέγας,
Καὶ γῆς ἀποστὰς εἰς τὸ πρεσβεύειν ζέει.
Ἕκτῃ Νικόλεώ γε φάνη βιότοιο τελευτή.

Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ Καραμάνου τοῦ ἐν Σμύρνῃ μαρτυρήσαντος κατὰ τὸ 1657 ἔτος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Τῆς Θεοτόκου

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο, οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Ὁ Ὕψιστος Παράδεισον ἔμψυχον, Παστάδα τε Ἁγνὴ χαριτόπλοκον, χρυσόμορφον Πορφύραν, καὶ Οὐρανὸν σε ἀνέδειξε.

Στερέωσον τὸν νοῦν μου τρεπόμενον, τὸν λογισμὸν κλονούμενον ἕδρασον ἐν ἀσαλεύτῳ με πέτρα, τῇ σῇ σκέπῃ Μητροπάρθενε.

Τοῦ Ἁγίου

Εἰκόνος χρυσῆς
Ξυρῷ πειρασμῶν, περιπέπτωκα δεινῶς κατακεντούμενος, καὶ πύλαις ᾅδου προσεπέλασα, ταῖς ἀθυμίαις βαλλόμενος· σῶσόν με πρεσβείαις σου Μάκαρ, καὶ ἀνάστησον ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀδύτου φωτὸς ταῖς ἀΰλοις ἀστραπαῖς περιλαμπόμενος, τοὺς ἐν τῷ σκότει τῶν θλίψεων, κεκακωμένους ἐξάρπασον, καὶ πρὸς φωτισμὸν εὐφροσύνης, καθοδήγησον ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον
Δυσώπει Χριστόν, τὸν Υἱόν σου καὶ Θεὸν Θεογεννήτρια, τοὺς πεπραμένους δεινοῖς πταίσμασι, καὶ ταῖς ἀπάταις τοῦ ὄφεως, αἵματι αὐτοῦ τῷ τιμίῳ, ἀναρρύσασθαι ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἕτερος τοῦ Ἁγίου

Οἱ Παῖδες εὐσεβείᾳ
Παντοίων χαλεπῶν τε νοσημάτων, ἰατρὸς πανάριστος Πάτερ Νικόλαε, φανείς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἰασάμενος παράσχου εὐρωστίαν βοᾶν· Ὁ τῶν Πατέρων, Θεός εὐλογητὸς εἶ.

Ῥυσάμενος τοὺς πάλαι στρατηλάτας, ἐκ θανάτου Ἅγιε τούτους διήγειρας, ὑμνεῖν, καὶ δοξάζειν τὸν Σωτῆρα Χριστόν, μετὰ πίστεως θερμῆς καὶ ἀνακράζειν σοι· Σὲ ἀνευφημοῦμεν, σοφὲ ὡς εὐεργέτην.

Σοφίας τῷ κρατῆρι πλησιάσας, μυστικῶς τὰ χείλη σου Πάτερ Νικόλαε, κρουνοὺς ἀμβροσίας ἔνθεν ἤντλησας, ὑπὲρ μέλι καὶ κηρίον τοῖς λαοῖς ἐκβοῶν· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Τριαδικὸν
Τριὰς σὲ ἀνυμνοῦμεν τρισαγία, καὶ Μονὰς τριλαμπεστάτη ὁμοούσιε, Πατὴρ ὁ Υἱὸς καὶ Πνεῦμα Ἅγιον· ἐν οἷς πάντες βαπτισθέντες ἀναμέλπομεν· Ὁ τῶν Πατέρων, Θεός εὐλογητὸς εἶ.

Θεοτοκίον
Ἐκ πάντων δεχομένη τὰς δεήσεις, Θεοτόκε πρέσβευε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, λυτρωθῆναι τῆς κολάσεως, τοὺς τιμῶντάς σε κυρίως καὶ κραυγάζοντας· Ὁ τῶν Πατέρων, Θεός εὐλογητὸς εἶ.

Καταβασία
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».

Τῆς Θεοτόκου

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ὂν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε Λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ὡς ἔμψυχος θάλαμος, καὶ ἔμπνους ἁλουργίς, χλαμὺς ἁλουργόχροος, τῷ πάντων Βασιλεῖ, ἐδείχθης Παρθένε, καὶ πορφύρα ἐξ ἧς, ἡ σάρξ συνεξυφάνθη, τοῦ θεανθρώπου Λόγου.

Συνέλαβες Ἄχραντε, τὸν ἅπασαν δρακί, τὴν κτίσιν συνέχοντα, ὡς Κτίστην καὶ Θεόν, ἀρρήτως ἀφράστως, δι' ἡμᾶς καθ' ἡμᾶς, βροτὸν γεγονότα, καὶ ὃ ἦν μὴ ἐκστάντα.

Τοῦ Ἁγίου

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Ὡς εὐμενὴς καὶ συμπαθής, τοὺς ἐν βάθει πειρασμῶν περισχεθέντας, ἐλευθέρωσον μάκαρ, τῶν κατεχόντων δεινῶν, τὴν λύσιν βραβεύων πρεσβείαις σου, ταῖς πρὸς τόν Σωτῆρα, Χριστὸν Ἱερομύστα.

 Μυσταγωγὸς τῶν ὑπὲρ νοῦν, τῶν Ἁγίων λειτουργὸς καὶ οὐρανίων, χρηματίζων θεόφρον ἀρχιερεύς τε πιστός, πταισμάτων τὴν ἄφεσιν αἴτησαι, παρὰ τοῦ Σωτῆρος, ἡμῶν Ἱεροφάντα.

Θεοτοκίον
Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπεσὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις, περιπαρῆναι κακοῖς· ἀλλὰ σὺ Παρθένε θεράπευσον, τῷ τῆς ἀπαθείας, φωτὶ περιβαλοῦσα.

Ἕτερος τοῦ Ἁγίου

Θαύματος ὑπερφυοῦς
Τάγματα Πατριαρχῶν καὶ Ἀποστόλων, Ἱερέων τε Μαρτύρων δῆμοι, Προφητῶν ὁ σύλλογος, ἅπας δῆμος τῶν Ἀσκητῶν, μακαρίζουσι τὴν θείαν πολιτείαν σου· μεθ' ὧν καὶ ἡμεῖς παρακαλοῦμέν σε· Μὴ ἐλλίπῃς δυσωπῶν ἀεὶ τὸν Κύριον, διαφυλαχθῆναι, ἡμᾶς ἐκ πάσης βλάβης.

Ὕψιστε Παμβασιλεῦ μεγαλοκράτορ, ταῖς εὐχαῖς τοῦ Ὁσίου ποιμένος, τὴν ζωὴν εἰρήνευσον, πάντων Λόγε Χριστιανῶν, χορηγῶν κατὰ βαρβάρων εὐσεβεῖ βασιλεῖ, τήν νίκην καὶ τὴν ἰσχὺν δεόμεθα, ἵνα πάντες ἀεὶ ὑμνῶμεν τὸ κράτος σου, καὶ ὑπερυψῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Φωτὶ ἐλλαμφθεὶς τῷ ἀπροσίτῳ Πάτερ, τὰς ψυχὰς τῶν ἐν θλίψει αὐγάζεις, διαλύων ἅπαντα, ζόφον σκότους τῶν πειρασμῶν, ἀπαστράπτων τε ἀκτῖνας εὐφροσύνης ἀεί, ἐν αἷς τηλαγῶς καταλαμπόμενοι· Εὐλογείτω, βοῶμεν ἡ κτίσις τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικὸν
Ζωὴν καὶ ζωὰς καὶ ἓν καὶ τρία φῶτα, τὴν Τριάδα πιστῶς ἀνυμνοῦμεν, πατρικαῖς ἑπόμενοι θείαις ὄντως ταῖς διδαχαῖς, τὸν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, μεθ' ὧν εὐσεβοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον
Πράγματος ξενοπρεποῦς ἡ Βάτος τύπον, προεικόνισεν ἄχραντε Κόρη, καιομένη ἄφλεκτος, πάλαι ὄρει ἐν τῷ Σινᾷ, τὸ Μυστήριον τοῦ τόκου σου προγράφουσα· τὸ πῦρ γάρ ἐν σοὶ τὸ τῆς Θεότητος, ἐνοικῆσαν, ἀλώβητόν σε τετήρηκε· διὸ σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».

Τῆς Θεοτόκου

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Τὴν ζωοδόχον Πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον Λυχνίαν τὴν πάγχρυσον, τὸν Ναὸν τὸν ἔμψυχον, τὴν Σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ῥείθρῳ τῆς σῆς με κατάρδευσον χάριτος, τῶν συμφορῶν τῷ φλογμῷ φλογιζόμενον, καὶ δεινῶς τηκόμενον, Πηγὴ χαριτόβρυτε, τὸν Ποταμὸν ἡ τεκοῦσα τῶν χαρίτων, ἐξ οὗ ὁ πίνων διψήσει οὐδέποτε.

Ὡς τοῦ Νυμφίου ὡραῖόν τε θάλαμον, ὡς τοῦ Δεσπότου Παλάτιον ἔμψυχον, ὡς Πορφύραν πάγχρυσον, καὶ τερπνὸν Ἀνάκτορον, τοῦ Χριστοῦ Δέσποινα πάντων, καθικετεύοντά σε σῶσόν με.

Τοῦ Ἁγίου

Ἀνάρχου Γεννήτορος
Λαμπάσι τῆς χάριτος, θεόφρον φωτιζόμενος, καὶ φωστὴρ εὐσεβείας, σαφῶς γενόμενος, τοὺς ἐν πειρασμοῖς διασῴζεις, τοὺς ἐν βυθῷ θαλάσσης λυτροῦσαι, καὶ τρέφεις λιμώττοντας, παραδόξως Παμμακάριστε.

Ὁ ἐν Παραδείσῳ, τῆς τρυφῆς νῦν αὐλιζόμενος, καὶ τὴν ἄφραστον δόξαν τρανῶς θεώμενος, ἐκ τῶν οὐρανίων ἁψίδων, τοὺς ὑμνητὰς τοὺς σοὺς ἐποπτεύοις, παθῶν ἐκλυτρούμενος, θεοφόρε παμμακάριστε.

Θεοτοκίον
Σοφίαν καὶ δύναμιν, καὶ Λόγον ἐνυπόστατον, τοῦ Πατρὸς Θεομῆτορ, Ἁγνὴ γεγέννηκας, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, τὸν ἑαυτῆς ναὸν προσλαβοῦσαν, καὶ τούτῳ καθ' ἕνωσιν, ἑνωθεῖσαν ἀδιάρρηκτον.

Ἕτερος τοῦ Ἁγίου

Μυστήριον ξένον
Χορεύσατε πνεύματι, πάντες φιλέορτοι, οὐρανοὶ εὐφραίνεσθε, Ὄρη τε καὶ Βουνοί, Ἐκκλησίαι, καὶ Παρθένων, Ἀσκητῶν τε χοροί, φαιδρῶς ἐν τῇ μνήμῃ τοῦ Παμμάκαρος, ἐν ᾗ συνελθόντες, τὸν Σωτῆρα μεγαλύνωμεν.

Ψαλάτωσαν ὕμνοις, τὰ πέρατα ἅπαντα, ἐγκωμίων στέμμασι, πάντες τὴν κορυφὴν Νικολάου, τοῦ θείου κοσμοῦντες σαφῶς, τοῦ θεράποντος Χριστοῦ τοῦ Θεοῦ, δι' οὗ ἐκ παθῶν τε καὶ κινδύνων λυτρωθείημεν.

Ὡς ἄξιον δέχου, τὸν ὕμνον Νικόλαε, τοῦ μικροῦ πονήματος, τούτου ὥσπερ Χριστός, προσεδέξατο τῆς χήρας τὰ δύω λεπτά· μὴ βδελύξῃ τὴν ἐγχείρησιν· ποθῶν οὐ κομπάζων γάρ, Τρισμάκαρ κατετόλμησα.

Τριαδικὸν
Ἑνίζεται ὁμοουσίῳ θελήματι, ἡ Τριὰς μερίζεται, πάλιν προσωπικῶς ἀμερίστως, συντηροῦσα τὸ κράτος ἀεί, ὁ Πατήρ, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ζῶν, ὁ εἷς τρισυπόστατος Θεός, ὃν μεγαλύνομεν.

Θεοτοκίον
Διέσωσται πᾶσα, ἡ κτίσις τῷ τόκῳ σου, καὶ ἀφεῖλε Κύριος, θρῆνον καὶ ὀδυρμόν, καὶ πᾶν δάκρυον, ἐκ παντὸς προσώπου Ἁγνή, Θεοτόκε παναμώμητε ἐν σοί, καὶ ἡμεῖς τὰς ὀφειλὰς ἀποδιδόαμεν.

Καταβασία
«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».

Ἐξαποστειλάριον Γυναῖκες ἀκουτίσθητε
Τὸν μέγαν ἀρχιποίμενα, καὶ Ἱεράρχην ἅπαντες, τὸν πρόεδρον τῶν Μυρέων, Νικόλαον εὐφημοῦμεν· πολλοὺς γὰρ ἄνδρας ἔσωσεν, ἀδίκως θνῄσκειν μέλλοντας, καὶ Βασιλεῖ ὀπτάνεται, σὺν Ἀβλαβίῳ κατ' ὄναρ, λύων τὴν ἄδικον ψῆφον.

Ὅμοιον
Μεγάλως σε ἐδόξασεν, ἐν θαύμασιν ὁ Κύριος, καὶ ζῶντα καὶ μετὰ τέλος, Νικόλαε Ἱεράρχα· τὶς γὰρ ἐξ ὅλης πίστεως, μόνον ἐπεκαλέσατο, τὸ ἅγιόν σου ὄνομα, καὶ οὐκ εὐθὺς εἰσηκούσθη, θερμὸν προστάτην εὑρών σε;

Θεοτοκίον
Σοφίαν ἐνυπόστατον, καὶ Λόγον ὑπερούσιον, καὶ ἰατρὸν τῶν ἁπάντων, Χριστὸν τεκοῦσα Παρθένε, τὰ ἕλκη καὶ τὰ τραύματα, τῆς ψυχῆς μου θεράπευσον, τὰ χαλεπὰ καὶ χρόνια, καὶ τῆς καρδίας μου παῦσον, τὰς ἀπρεπεῖς ἐνθυμήσεις.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ, δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
Τῆς Ἐκκλησίας τὰ ἄνθη, περιϊπτάμενος, ὡς νεοττὸς τῆς ἄνω, καλιᾶς τῶν Ἀγγέλων, Νικόλαε τρισμάκαρ, κράζεις ἀεί, πρὸς τὸν Θεὸν ὑπὲρ πάντων ἡμῶν, τῶν ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, καὶ λυτροῦσαι ταῖς πρεσβείαις σου.

Τῆς ἱερᾶς διπλοΐδος, τὴν ὡραιότητα, ταῖς πρακτικαῖς εἰργάσω, ἀρεταῖς λαμπροτέραν, Πάτερ θεοφόρε· ὅθεν ἡμῖν, ἱερουργεῖς τὰ τεράστια, τῶν ἀοιδίμων θαυμάτων ἱερουργέ, τῶν δεινῶν ἡμᾶς λυτρούμενος.

Τῶν ἀθεάτων τὰ κάλλη, περιεχόμενος, τὴν φοβερὰν ἐκείνην, κατενόησας δόξαν, Ἅγιε ἁγίων· ὅθεν ἡμῖν, τὰ οὐράνια λόγια, τῶν ἀειζώων ἐκείνων θεωριῶν, ἀναγγέλλεις Ἱερώτατε.


Ὡς ἐν ὀνείρῳ ἐπέστης, τῷ εὐσεβεῖ Βασιλεῖ, καὶ τοὺς δεσμώτας Πάτερ, ἐκ θανάτου ἐρρύσω, πρέσβευε ἀπαύστως, ὅπως καὶ νῦν, ταῖς εὐχαῖς σου ῥυσθείημεν, ἐκ πειρασμῶν καὶ κινδύνων καὶ ὀδυνῶν, οἱ ἀξίως εὐφημοῦντές σε.

Δόξα... Ἦχος πλ. α'
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν ἑόρτια, καὶ χορεύσωμεν ἀγαλλόμενοι, τῇ ἐτησίῳ πανηγύρει τοῦ θεοφόρου Πατρός· Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν δι' ὀνείρου φρικτῆς ἐπιστασίας, Βασιλέα πείθοντα, ἀναιτίους κρατουμένους τρεῖς, ἀπολῦσαι στρατηλάτας, ἀνυμνείτωσαν. Ποιμένες καὶ Διδάσκαλοι, τόν τοῦ καλοῦ Ποιμένος, ὁμόζηλον Ποιμένα, συνελθόντες εὐφημήσωμεν. οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν κινδύνοις τὸν ῥύστην, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ πένητες τὸν θησαυρόν, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν· τὸν συνοδίτην οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τὸν κυβερνήτην, οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, μέγιστον Ἱεράρχην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Πανάγιε Νικόλαε, πρόφθασον, ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.

Καὶ νῦν... Θεοτοκίον ὁ αὐτὸς
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς ἀνυμνοῦντας αὐτήν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα· Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος, ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν Λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον Νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέραν, τὴν ἔμψυχόν τε Κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν Στάμνον, τὴν κεκλεισμένην τοῦ Λόγου πύλην, τὴν πάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν Βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις

Δίδοται καὶ Ἅγιον Ἔλαιον τοῖς Ἀδελφοῖς, ἐκ τῆς κανδήλας, τοῦ Ἁγίου, ψαλλομένων τῶν Ἰδιομέλων.

Ἦχος πλ. β' τοῦ Σεργίου
Εὖ δοῦλε ἀγαθέ, καὶ πιστὲ εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθὲν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέωκται, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Νικόλαε.

Ἦχος πλ. δ'
Εἰς αἶνον ἔδραμες τοῦ Κυρίου Νικόλαε, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ αὐτὸς σε ἐδόξασεν, ἐν τῇ ἐπουρανίῳ, καὶ ὄντως ζωῇ. Διὸ παρρησίαν κεκτημένος πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Ὁ αὐτὸς
Των ἀνδραγαθημάτων σου, Ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε τῶν πιστῶν τὰς καρδίας· τὶς γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐκ ἐθαύμασε; τήν πρὸς τοὺς πένητας ἱλαρότητα; θλιβομένων τὸ συμπαθές; πάντας θεοπρεπῶς ἐδίδαξας, Ἱεράρχα Νικόλαε, καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν...
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς'.

Προκείμενον. Ἦχος βαρύς
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέν ἡμῖν;

Ὁ Ἀπόστολος
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα
Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. ῾Ο δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν «τὸν ποιμένα τῶν προβάτων» τὸν μέγαν «ἐν αἵματι διαθήκης αἰωνίου», τὸν κύριον ἡμῶν ᾿Ιησοῦν, καταρτίσαι ἡμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ᾿Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἀλληλούϊα. Ἦχος α΄
 Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.

Εὐαγγέλιον εἰς τήν Λειτουργίαν
Ἐκ τοῦ κατὰ Λουκᾶν
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

http://romiosyne.org/