ΠΡΟΔΡΟΜΙΚΑ

Αποτέλεσμα εικόνας για εκκλησιαστικα διακοσμητικα σχεδια



ΕΣΠΕΡΙΝΟΣ  ΚΑΙ  ΟΡΘΡΟΣ  ΑΠΟΤΟΜΗΣ ΚΕΦΑΛΗΣ ΤΙΜΙΟΥ  ΠΡΟΔΡΟΜΟΥ
28 / 29 
ΑΥΓΟΥΣΤΟΥ

Η ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ

Αποτέλεσμα εικόνας για εκκλησιαστικα διακοσμητικα σχεδια



ΕΣΠΕΡΙΝΟΣ  ΚΑΙ  ΟΡΘΡΟΣ  ΣΥΝΑΞΕΩΣ
ΤΙΜΙΟΥ  ΠΡΟΔΡΟΜΟΥ
6 /7 
ΙΑΝΟΥΑΡΙΟΥ

Η ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ




Αποτέλεσμα εικόνας για εκκλησιαστικα διακοσμητικα σχεδια



«Τί σέ καλέσωμεν Προφήτα; Ἄγγελον, Ἀπόστολον ἤ Μάρτυρα; Ἄγγελον, ὅτι ὡς ἀσώματος διήγαγες· Ἀπόστολον,
ὅτι ἐμαθήτευσας τά ἔθνη· Μάρτυρα δέ, ὅτι σοῦ ἡ κεφαλή ὑπέρ Χριστοῦ ἐτμήθη. Αὐτόν ἱκέτευε, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν».

Κανών χαρμόσυνος εἰς τόν Τίμιον καί Προφητῶν ἁπάντων ὑπέρτερον Πρόδρομον καί Βαπτιστήν τοῦ Κυρίου χαριτώνυμον Ἰωάννην.

Ποίημα Ἰσιδώρου Πατριάρχου Κωνσταντινουπόλεως οὗ ἡ ἀκροστιχίς·
"Χαῖρε προσάδω σοί χαρᾶς τῷ Προδρόμῳ·  Ἰσίδωρος"

Ὠδή α’.  Ἦχος δ’.   Ἀνοίξω τό στόμα μου

    Χριστοῦ θεῖε Πρόδρομε, καί Βαπτιστά χαριτώνυμε, ὁ γνούς πλησθείς  χάριτος, Χριστόν ἐγγάστριον, ὤν ἐγγάστριος, καί χαίρων προσκυνήσας, εὐχαῖς μέ χαρίτωσον, χαίροντα ἅδειν σοι.

   Ἁγίοις ἐν ἅπασι, χαῖρε ὁ μείζων σύ Πρόδρομε, μῆκος ἁγιότητος, χαῖρε οὐράνιον, καθαρότητος, τό θεῖον χαῖρε πλάτος, δι'οὗ ἡ γῆ σύμπασα καθαγιάζεται.

   Ἰσάγγελε χαῖρέ μοι, τοῦ Γαβριήλ εὐαγγέλιον, ἐπίγειε Ἄγγελε τῆς παρουσίας Χριστοῦ, χαῖρε ἄνθρωπε, Θεοῦ τῆς βασιλείας, τῷ ὄντι οὐράνιε χαῖρε καί μέγιστε.

    Ῥημάτων σιώπησιν, χαῖρε ὁ λύσας γεννήτορος, μητέρα τήν ἄκαρπον, χαῖρε ὁ εὔκαρπον, δείξας Πρόδρομε, φωνή τοῦ Λόγου χαῖρε, τό πρῶτον ἀμήτορος, εἶτα ἀπάτορος.

                                                                           Θεοτοκίον

   Ἐσκίρτησε Πρόδρομος, τόν ἀσπασμόν σου ὡς ἤσθετο, καί ἄσμασιν ἔκραζε, χαίρων ὡς ἅλμασι, χαῖρε πρόξενε, χαρᾶς τῆς παγκοσμίου, χαῖρε λύπης λύτρωσις, χαῖρε Θεόνυμφε.

Ὠδή γ’.   Τούς σούς ὑμνολόγους

   Πανεύφημε χαῖρε Ἰωάννη, συμπέρασμα χαῖρε Προφητῶν, χαῖρε πασῶν συμφόρημα, τῶν ἀρετῶν θαυμάσιε, χαῖρε λαμπρόν θησαύρισμα, τῶν χαρισμάτων τοῦ Πνεύματος.

  Ρυθμῷ σύν ἐνθέῳ Ζαχαρίας, ἐβόα σοι χαίροις τῷ υἱῷ, χαῖρε Κυρίου Πρόδρομε, ἑτοιμαστά θαυμάσιε, χαῖρε πρόκριτε πάντιμε, τῆς μετανοίας διδάσκαλε.

  Ὁ λύχνος φωτός τοῦ ὑπερλάμπρου, ἀστήρ ὁ τόν ἥλιον Χριστόν, χαῖρε δεικνύων Πρόδρομε, χαῖρε φωστήρ θαυμάσιε, φωτίζων τήν ὑφήλιον, χαῖρε τό φῶς τῶν ὑμνούντων σε.

                                                                          Θεοτοκίον

   Σύν θαύματι μήτηρ τοῦ Προδρόμου, εὐλόγει σε Μῆτερ τοῦ Θεοῦ, χαῖρε βοῶσα Πάναγνε· εὐλογημένη χαῖρέ μοι · τόν εὐλογοῦντα τά σύμπαντα, χαῖρε καρπόν ἡ προσφέρουσα.


Ὠδή δ’.     Ὁ καθήμενος ἐν δόξῃ

   Ἀκρασίας ἀναιρέτης, ὁ ὀξύς χαῖρε Πρόδρομε · παραινέτης χαῖρε, ὁ τῆς ἐγκρατείας σοφώτατος · χαῖρε κρατήρ εὐφροσύνης θεῖε πάροχε, καί καθάρσεως, χαῖρε λουτήρ πᾶσι πρόξενε.

    Διαπρύσιος τεράτων, τῶν Χριστοῦ χαῖρε Πρόδρομε, μέχρι γῆς περάτων, χαῖρε θεία σάλπιγξ  καί εὔσημος, χαῖρε φωνή ἐξ ἐρήμου διαγγέλουσα, τά σωτήρια, πᾶσι βροτοῖς εὐαγγέλια.

   Ὦ Προφῆτα ἐκ Προφήτου, καί τῆς στείρας τό βλάστημα, τῆς ἐρήμου θρέμμα,  θαῦμα κόσμου χαῖρε τό μέγιστον· χαῖρε δαιμόνων τό τραῦμα τό ἀνίατον·  χαῖρε νάμα θαυμάτων γλυκύ καί ἀείῤῥυτον.

                                                                             Θεοτοκίον

   Συγγενής σου Ἐλισάβετ, ἀνεφώνει σοι πόθεν μοι, ἵνα ἔλθῃ πρός με, Μήτηρ τοῦ Κυρίου μου ὅθεν σοι, Χαῖρε ἁγνή προσεφώνει παμμακάριστε, χαῖρε Δέσποινα, χαῖρε πιστούς μακαρίζουσα.

Ὠδή ε’.     Ἐξέστη τά σύμπαντα

   Ὁ βίον τόν ἄτρεπτον, ἀσκήσας χαῖρε Πρόδρομε, χαῖρε ὁ οἰκήσας διά βίου, ἀπό σπαργάνων αὐτήν τήν ἔρημον · χαῖρε οὗ ἀκρίδες ἡ τροφή, μέλι τε τό ἄγριον, καί τό ἔνδυμα τρίχινον.

   Ἰδίᾳ ὁ πάντοτε, διάγων χαῖρε Πρόδρομε · χαῖρε ὁ ἰδέας διά πάσης, τῆς θεωρίας ἐλθών καί πράξεως · χαῖρε ὀ ἐκ βρέφους τῷ Θεῷ, ὅλος ἀνακείμενος, καί ἀεί συγγινόμενος.

   Χαίροις ὁ ἐφάμιλλος, ἀγγέλων χαῖρε Πρόδρομε · χαῖρε ὁ προάγγελος ἀγγέλου, βουλῆς μεγάλης Θεοῦ τρισόλβιε· χαῖρε οὐρανός ὁ λογικός, δόξαν διηγούμενος, τοῦ Θεοῦ γῆν εἰς ἅπασαν.

   Ἁγνείας τό ἄγαλμα, καί παρθενίας χαῖρέ μοι · χαῖρε τῆς ἀσκήσεως Προφῆτα, καί τῆς ἀθλήσεως τό ἐκτύπωμα · χαῖρε τῶν καλῶν ἡ προτροπή, χαῖρε φθεγγομένοις τε, καί σιγῶσι παραίνεσις.

                                                                               Θεοτοκίον

   Ῥημάτων ἡ δύναμις, σκιρτᾶν ποιεῖ τόν Πρόδρομον, καί σύν τῇ μητρί βοᾶν Παρθένε · Χαῖρε ἡ Μήτηρ Θεοῦ δυνάμεως · χαῖρε ἀδυνάτων ἡ ἰσχύς, χαῖρε δι' ἧς δύναμις, τῶν ἐχθρῶν ἐξησθένησεν.

Ὠδή στ’.      Τήν θείαν ταύτην καί πάντιμον

    Ἀλείπτης χαῖρε ὁ πάνσοφος,  θεόπτης ὁ λαμπρός χαῖρε Πρόδρομε· χαῖρε ὁ ἕνωσιν, θείας Τριάδος εὑράμενος, τῆς ὑλικῆς δυάδος ἄνω γενόμενος.

   Σαρκός ὀστρέῳ κρυπτόμενος, σύ μάργαρος φανείς χαῖρε Πρόδρομε · χαῖρε τό ὄργανον, Θεοῦ τῷ πλήκτρῳ κρουόμενον, τῆς Ἐκκλησίας χαῖρε καί θεῖον ἕρμαιον.

   Τῆς στείρας χαῖρε ὁ ἄσταχυς· τῆς κόρης ὁ κηρύξας τόν ἄσταχυν, χαῖρε τόν ἄσπορον, χαῖρε ὁ πείσας τόν ἄσταχυν, τῆς μετανοίας φέρειν, ὅν κἀγώ φέροιμι.

                                                                          Θεοτοκίον.

   Ὡς εἶδε φέρουσαν ἥλιον, σέ ὄρθρος ὁ ἐκ στείρας τόν Κύριον, Χαῖρε προσῇδέ σοι, παστάς Θεοῦ ἡ ὑπέρφωτος, χαῖρε φωτός ἡ πύλη, χαῖρε Θεόνυμφε.

                Δόξα καί Νῦν.  Κάθισμα,  ἦχος δ’.    Ταχύ προκατάλαβε

   Τρυγών ἡ φιλέρημος, ὁ ἱερός Βαπτιστής, κηρύξας μετάνοιαν, καί φανερώσας Χριστόν, γενόμενον ἄνθρωπον, πάντων ἁμαρτανόντων, ἐγεννήθη προστάτης, πᾶσι χειμαζομένοις, βοηθῶν ἀεννάως. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστέ ὁ Θεός, σῶσον τάς ψυχάς ἡμῶν.

                                              Ὠδή ζ’.         Οὐκ ἐλάτρευσαν

   Ποταμός, ὁ νεκταρώδης χαῖρε Πρόδρομε, Χριστόν τόν Κύριον, βαπτίσας ἐν ποταμῷ, πυρί τόν βαπτίζοντα, καί θείῳ Πνεύματι· χαῖρε ἔνδοξε, δι' οὗ αὐτόν ἐγνώκαμεν, καί Θεόν καί κριτήν πάντων.

   Ῥύπους Πνεῦμα τό καθαῖρον χαῖρε Πρόδρομε, ἰδών ὡς περιστεράν · χαῖρε ἀμνόν τοῦ Θεοῦ, ὁ δείξας τόν αἴροντα, κόσμου τά πταίσματα· χαῖρε ἄνωθεν, ὅς τοῦ Πατρός ἀκήκοας, τῷ Υἱῷ προσμαρτυροῦντος.

   Ὁ ποιμήν τῶν τοῦ Χριστοῦ προβάτων Πρόδρομε, χαῖρε ὁ ἄγρυπνος · χαῖρε πλεόντων λιμήν, καί πλοῦς ὁ σωτήριος, καί κέρδους πρόξενε · χαῖρε θλίψεων, καί πειρασμῶν ἐν κλύδωνι, δεομένων τε ὁ ῥύστης.

   Διαθήκης τῆς ἐν νόμῳ τε καί χάριτος, ὁ μέσος χαῖρε μοι, χαῖρε ἀγγέλων βροτῶν, τό ξένον μεθόριον, ὦ χαριτώνυμε · χαῖρε κάλαμος, ὁ νόμον γράφων χάριτος, καί τό γράμμα διαγράφων.

                                                                       Θεοτοκίον

   Ῥήμασί σου τοῖς ἐνθέοις νῦν ἑπόμενοι, σέ μακαρίζομεν, χαῖρε βοῶντες Ἁγνή, τά σά μεγαλεῖα γάρ, ξένα καί ἄπειρα· χαῖρε βρότειον, φύσιν ἡ μεγαλύνασα· χαῖρε Κόρη Θεομῆτορ.

Ὠδή η’.     Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ

   Ὁ νέος Ἠλίας χαῖρε μάκαρ, Προφήτης καί ὁ Προφήτου περισσότερος· χαῖρε θεῖε Πρόδρομε, τόν προφητευόμενον, καί γάρ εἶδες ἐβάπτισας καί ἐμαρτύρησας, παρ' οὗ καί μεμαρτύρησαι πάλιν · ὅθεν σοι τό χαῖρε βοῶμεν ἐπαξίως.

   Μοιχείας ὁ ἔλεγχος Ἡρώδου, τό στέλεχος τῆς ἁγνείας χαῖρε Πρόδρομε· χαῖρε ὅτι δέδεσαι, ἐν τῇ εἱρκτῇ καί τέτμησαι, τήν παναγίαν Κάραν σου διά τόν Κύριον· ὅν χαίρων καί ἐν Ἄδῃ κηρύττεις · ὅν καί ἐκδυσώπει ὑπέρ τῶν σέ ὑμνούντων.

   Ὦ χαῖρε κρηπίς τῶν Ἀποστόλων· ὦ χαῖρε τῶν Μαρτύρων τό παράδειγμα, Προφητῶν τό σφράγισμα, Ἀσκητῶν πρωτότυπον, καί τῶν Ὁσίων ἔξαρχος πάντων τό καύχημα· ἀγλάϊσμα καλλώπισμα χαῖρε, Πρόδρομε Κυρίου, ἡμῶν προστάτα θεῖε.

   Ἰδία φωνή τοῦ Λόγου χαῖρε, ἡλίου δικαιοσύνης λύχνε πάμφωτε· χαῖρε φίλε γνήσιε, τοῦ Νυμφίου Πρόδρομε, καί Βαπτιστά διάκονε, μύστα Ἀπόστολε, Χριστοῦ καθηγητοῦ καί Δεσπότου· χαῖρε στρατιῶτα τοῦ πάντων Βασιλέως.

                                                                       Θεοτοκίον

   Συμφώνως ὑμνοῦμέν σε Παρθένε, εἰς ἕν συνελθοῦσα Κτίσις ἅπασα, χαῖρε σοι κραυγάζοντες, ἡ κοινή πανήγυρις, χαῖρε κοινή βελτίωσις, πάντων τελείωσις, ὡς κτίστην τῶν ἁπάντων τεκοῦσα· χαῖρε Θεοτόκε ἡ πάντων σωτηρία.

                                                          Ὠδή θ’.      Ἅπας γηγενής

   Ἵλεως ἡμῶν, ἐπάκουσον Πρόδρομε, πίστει βοώντων σοι, χαῖρε στύλε πύρινε, ἐκ γῆς ὁ ἄγων πρός τά οὐράνια· χαῖρε νεφέλη σκέπουσα πάντας ἐκ θλίψεων χαῖρε μάννα · σύ γάρ πᾶσιν ἅπαντα, καί παρέχεις ἑκάστῳ τό πρόσφορον.

   Δίδου κατ' ἐχθρῶν, τά τρόπαια Πρόδρομε, πιστοῖς τοῖς ἅναξι, χαῖρέ σοι προσάδουσι, τῆς Ἐκκλησίας τεῖχος ἀπόρθητον· χαῖρε ἀνάκτων τίμιον, στέφος διάδημα· πολιτείας, χαῖρε ἡ κατάστασις, καί τοῦ κόσμου παντός περιφύλαξις.

    Ὦ περιστερά, ἐλαίαν ἡ φέρουσα χαῖρε μετάνοιαν· χαῖρε ἡ μηνύσασα, τό θεῖον ἔαρ χελιδών Πρόδρομε· χαῖρε τρυγών φιλέρημος, ἀηδών εὔλαλε, Ἐκκλησίας· ἥν ἀνεπηρέαστον, ἐν εἰρήνῃ βαθεῖᾳ συντήρησον.

   Ῥίζης ἱερᾶς, φυτόν ἱερώτατον, χαῖρέ μοι Πρόδρομε· χαῖρε ὁ εἰς ἔρημον, ἀνθήσας ὥσπερ φοίνιξ ὑψίκομος, καί πληθυνθείς εἰς πέρατα γῆς τῷ κηρύγματι, ὡσεί κέδρος· χαῖρε ὁ τόν κόσμον νῦν, οὐρανόθεν κοσμῶν ταῖς πρεσβείαις σου.

  Ὄλβος τῶν πτωχῶν, τροφή χαῖρε Πρόδρομε, πεινόντων εὔπορος· χαῖρε ἡ παράκλησις, τῶν λυπουμένων, νοσούντων ἴασις, τῶν πειρασμῶν ἡ λύτρωσις, κοινόν ἐξίλασμα, καί πρεσβεία, πρᾶγμά τε καί ὄνομα, τό γλυκύ μοι σύ χαῖρε καί σῶσον με.


                                                                              Θεοτοκίον

   Σῶσον δυσωπῶ, ὑμνεῖν καί προσάδειν σοι, Κόρη τολμῶντά με· χαῖρε ὑπερύμνητε, Χριστόν τεκοῦσα τόν ὑπερύμνητον· χαῖρε τῆς ἀϊδίου μου χαρᾶς ἡ πρόξενος, Θεοτόκε· χαῖρε σωτηρίας μου, ἡ ἰσχύς μου καί ἆσμα καί ὕμνησις.






Xαῖρε, Προφήτα καί Πρόδρομε, τοῦ Παναγίου Πνεύματος ἱερόν καί ἁγιώτατον δοχεῖον καί τῆς Τρισηλίου Θεότητος ἄμωμον καί πανάσπιλον ἱερεῖον.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τό στήριγμα τῆς εὐσέβειας καί τό καύχημα τῆς μοναδικῆς πολιτείας.

Χαῖρε, Προφήτα καί Πρόδρομε, στειρευούσης σεβασμιώτατον βλάστημα, καί πανόλβιον οἰκουμένης ἁπάσης ἀγλάισμα.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τό κλέος τῆς παρθενίας καί τό σεμνολόγημα τῆς ὀρθοδοξίας.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τῶν Προφητῶν ἀγλαοπυρσόμορφον ἄγαλμα, καί ἀργυροχρυσόπλοκον τῶν Μαρτύρων διάδημα.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τῆς ἀσκητικῆς ζωῆς ἀδιάσειστον ἔρεισμα, καί τῆς ἐνθέου διαγωγῆς τό ὡράισμα.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τῆς Παλαιᾶς τε καί Νέας Διαθήκης ἐνδοξότατε μεσίτα, καί τῶν ἁμαρτωλῶν ἀκατάπαυστε πρός Θεόν ἱκέτα.

Χαῖρε, Προφήτα καί Πρόδρομε, ἐπίγειε Ἄγγελε καί οὐράνιε ἄνθρωπε.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τοῦ Χριστοῦ πολύφωτε λύχνε καί ἄσβεστε, καί ἁπάντων Ἁγίων ὑπέρτερε ἅγιε.

Χαῖρε, Προφήτα καί Πρόδρομε, στῦλε τῆς Ἐκκλησίας ἑδραιότατε, καί φίλε γνήσιε τοῦ Χριστοῦ προσφιλέστατε.

Χαῖρε, Προφήτα καί Πρόδρομε, ὄρθρε φαεινότατε, καί ἑωσφόρε λαμπρότατε.

Χαῖρε, Προφήτα καί Πρόδρομε, ἔκλαμπρε τοῦ κόσμου ἀστήρ, καί λαμπροφανέστατε τῆς οἰκουμένης φωστήρ.

Χαῖρε, Προφήτα καί Πρόδρομε, Ἠλία τῆς πρώτης τοῦ Χριστοῦ παρουσίας ζηλωτά ἐνθεότατε, καί τῶν τελωνῶν καί στρατιωτῶν διορθωτά συνετώτατε καί σοφώτατε.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τοῦ Βασιλέως τῆς δόξης ἔνδοξε προμηνυτά καί τοῦ Θεοῦ Σωτῆρος ὑπέρτιμε Βαπτιστά.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τοῖς ἐν τῷ Ἅδη εὐκταιότατε εὐαγγελιστά, καί τῆς Παναγίας Τριάδος μακαριώτατε παραστάτα καί θεατά.

Χαῖρε, Προφήτα καί Πρόδρομε, θεοδόξαστε χοροστάτα τῆς ἀΰλου ταξιαρχίας καί πρῶτε κληρονόμε τῆς οὐρανίου Βασιλείας.
Χαῖρε, Προφήτα καί Πρόδρομε.



Ψαλλόμενα ἀντὶ Κοινωνικοῦ
 http://orthodoxhymnography.blogspot.gr

Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν Σε, Χριστέ μου Ζωοδότα.
Αἱ γενεαὶ πᾶσαι, σὲ μακαριοῦσιν, ὦ Βαπτιστὰ Κυρίου.
Αἱ γενεαὶ πᾶσαι, τιμῶμέν σε ἀξίως, Πρόδρομε Ἰωάννη.
Δεῦτε πιστοὶ ἀξίως, ὑμνήσωμεν τὸν Κτίστην, Ὅν Πρόδρομος βαπτίζει.
Δῆμοι φιλεόρτων, ἀθροίσθητε ὑμνῆσαι, τὸν Πρόδρομον Κυρίου.
Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ῥείθροις Ἰορδάνου.
Χαίροις ὦ Ἰωάννη, Πρόδρομε καὶ Προφῆτα, καὶ Βαπτιστὰ Κυρίου.
Χαίροις ὦ Ἰωάννη, βλαστὲ τοῦ Ζαχαρίου, καὶ λύχνε τοῦ Ἡλίου.
Ἰδοὺ ὁ Ἰωάννης, χειροθετεῖ τὸν Κτίστην, ἐν ῥείθροις Ἰορδάνου.
Ὁ θεῖος Ἰωάννης, βαπτίζει τὸν Σωτῆρα· θέαμα ξένον ὄντως.
Τῶν Προφητῶν ἁπάντων, ὑπέρτερος ὁ Κτίστης, Πρόδρομε μαρτυρεῖ σε.
Προφῆτα ἄφες ἄρτι, καὶ βάπτισόν με λέγει, Χριστὸς τῷ Ἰωάννῃ.
Σήμερον τῶν ὑδάτων, ἡγίασται ἡ φύσις, τοῦ Κτίστου βαπτισθέντος.
Ἄγγελοι τὸν Δεσπότην, γυμνὸν ἐν Ἰορδάνῃ, ἐξίσταντο ὀρῶντες.
Ὑπὸ Πατρὸς Σωτήρ μου, σαφῶς ἐμαρτυρήθης, Υἱὸς ἠγαπημένος.
Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, Χριστοῦ ἐπιφανέντος.
Οὐράνιαι δυνάμεις, παρίσταντό Σοι φόβῳ, Χριστὲ ἐν Ἰορδάνῃ.
Τῶν εὐσεβῶν τὰ στίφη, τιμήσωμεν ἀξίως, τὸν Πρόδρομον Κυρίου.
Τῶν Ὀρθοδόξων δῆμοι, ἀθροίσθητε τελέσαι, μνήμην τοῦ Ἰωάννου.
Τοὺς σὲ τιμῶντας πόθῳ, ὦ θεῖε Ἰωάννη, ῥῦσαι παντὸς κινδύνου.
Ὦ θεῖε Ἰωάννη, σῶσον ἡμᾶς τοὺς πίστει, σὲ ἀνυμνολογοῦντας.
Πρόδρομε καὶ Προφῆτα, ῥῦσαι κινδύνων πάντας, ταῖς πρὸς Θεὸν λιταῖς σου.
Ὦ λύχνε τοῦ Ἡλίου, ὑπὲρ ἡμῶν μὴ παύσῃς, πρεσβεύειν τῷ Σωτῆρι.
Δόξα. Τριαδικόν.
Τρισήλιε Θεέ μου, λιταῖς τοῦ Ἰωάννου, σῶσον ἡμᾶς Σοὺς δούλους.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Θεοτόκε, μετὰ τοῦ Ἰωάννου, ὑπὲρ ἡμῶν δυσώπει.

Δεν υπάρχουν σχόλια: