Παρασκευή, 24 Ιουλίου 2015

Παρακλητικός Κανών στην Αγ Παρασκευή την Οσιοπαρθενομάρτυρα


Παρακλητικός Κανών στην Αγία Παρασκευή την Οσιοπαρθενομάρτυρα

Zoom in (real dimensions: 505 x 653)Εικόνα

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί 
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός 
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142).
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀλήθειά σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου. Καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, 
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί 
ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 
Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψης τό πρόσωπόν σου ἀπ’ ἔμου, καί 
ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρός σέ ἤρα 
τήν ψυχήν μου. Ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον, δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ 
ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ. Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. 
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Καί εὐθύς τό, Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου., ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἕξης:
Ἦχος δ΄.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ευαρεστήσασα Θεώ, Αθληφόρε, και πειρασθείσα ως χρυσός εν καμίνω, Παρασκευή πανένδοξε, βασάνων πειρασμοίς, θαύματα πηγάζεις νύν, και νοσήματα παύεις, 
και τον υπεράγαθον του Θεού Θεόν Λόγον, υπέρ ημών αεί εκδυσωπείς, όπως αυτού των δωρεών επιτύχωμεν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; 
Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν΄ (50).
Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς 
ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιον μούεεστι διά παντός. Σοί μόνω ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, 
ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν 
ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί 
ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. 
Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή 
ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. 
Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν 
αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην, 
ὁ Θεός, οὐκ ἐξουδενώοει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί 
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Υμνών σου την μνήμην παρακαλώ, ένδοξε Παρθένε, τών πταισμάτων μου τάς σειράς, διάρρηξον τάχος ταίς πρός Κτίστην, τον Πανοικτίρμονα πρεσβείαις σου.
Μεγίστη η δύναμις, ήν σεμνή, έλαβες αξίως, εκ Θεού τού θαυματουργείν· ταύτην ούν χρωμένη ήδη παύσον, τά πολυχρόνια πάθη μου δέομαι.
Νομίμως αθλήσασα επί γης, Παρασκευή Μάρτυς, καί το στέφος εν ουρανώ, σής απολαβούσα καρτερίας, υπέρ ημών τον Σωτήρα ικέτευε.

Θεοτοκίον.
Όμματι, Πανάσπιλε, επ’ εμοί, ιλέω σου βλέψον, καί ιάτρευσον τά δεινά, τού σώματος πάθη καί τάς νόσους, αποσκοράκισον θείαις πρεσβείαις σου.
xristianos.gr
Ωδή γ΄. Σύ εί το στερέωμα...
Ισχύϊ του Πνεύματος, του Παναγίου ημάς ελέησον, Παρασκευή, και νόσων παντοίων, σαίς λιταίς ελευθέρωσον.
Σώσον ταίς πρεσβείαις σου, Παρασκευή πανακήρατε, πάντας ημάς, τους σε ανυμνούντας και ευφήμως γεραίροντας.
Γενού μοι, Πολύαθλε, τώ τεθλιμμένω προστάτις σύντονος, και εκ παθών, και κινδύνων ρύσαι, ταίς ευχαίς σου και θλίψεων.

Θεοτόκιον
Εξελού, Πανάχραντε, νόσων δεινών με και θλίψεων, των αφειδώς, καταπιεζόντων, τον σόν δούλον εκάστοτε.

Ωδή δ΄. Εισακήκοα, Κύριε.
Ρώμην δίδου μοι, Πάνσεμνε, κατά τε δαμόνων καί ολεθρίων παθών, και τον σάλον των πταισμάτων μου, ιεραίς λιταίς σου καταπράϋνον.
Αγαπήσασα Κύριον, καί στεφάνους δόξης κομίσασα, υπέρ πάντων καθικέτευε, των πιστώς τιμώντων σε, Πανεύφημε.
Ικεσίας μου πρόσδεξαι, ώ Παρασκευή· παρθένε πολύαθλε, καί παθών μου την σκοτόμαιναν, σού θερμαίς πρεσβείαις αποδίωξον.

Θεοτοκίον.
Ρύσαι, Κόρη Πανάμωμε, η Θεόν ασπόρως κυήσασα, τον σόν δούλον κινδυνεύοντα, καταποντισθήναί με τοίς πταίσμασιν.

Ωδή ε΄. Φώτισον ημάς.
Ωσπερ Σύ, Σεμνή, εις Νυμφώνα τον Ουράνιον, αυγάζη ταίς ενθέοις μαρμαρυγαίς, ούτω σούς δούλους, δόξης θείας καταξίωσον.
Σου εν τω ναώ, προσελθόντας τους οικέτας σου, ώ Παρασκευή ελευθέρωσον, εκ νοσημάτων, ταίς ευχαίς σου και κακώσεων.
Έρωτι Θεού, την ψυχήν μου πλήξον δέομαι, Παρασκευή, θείαις πρεσβείαις σου, και των παθών μου, την αχλύν νύν εξαφάνισον.

Θεοτοκίον.
Πάναγνε ημείς, κεκτημένοι σε βοήθειαν, σκέπην και βεβαίαν αντιληψιν, παντός κινδύνου, διά σου αεί ρυσθείημεν.

Ωδή στ΄. Ιλάσθητί μου.
Αιμάτων σου τοις κρουνοίς, Παρασκευή ως κατέσβεσας, της απιστίας το πυρ, ούτω νύν κατάσβεσον, την φλόγα των νόσων μου, ταίς σαίς ικεσίαις, και κινδύνων με εξάρπασον.
Ρεόντων το χαμερπές, Παρασκευή πανακήρατε, το άστατον καί φθαρτόν, παριδείν αξίωσον, σον δούλον πρεσβείαις σου, καί αξιωθήναι, θείας δόξης καί λαμπρότητος.
Απάσας τάς κεφαλάς, των ανομούντων συντρίβεσθαι, υπό τους πόδας ημών, Θεόν καθικέτευε, Μάρτυς, τών τιμώντων σου, πόθω την σήν Κάραν, ήν απέτεμεν ο άνομος.

Θεοτοκίον.
Συ ούσα το καθαρόν, καί αγιώτατον τέμενος, Μαρία τού Παντουργού, παράσχου μοι δάκρυα, ψυχήν καθαρίζοντα, καί επάκουσόν μου, της δεήσεως σού δέομαι.
Επίβλεψον μετ’ ευμενείας, Παρασκευή αθληφόρε, επί τά εμά δεινά πάθη τού σώματος, καί ίασιν δώρησαί μοι ευχαίς σου.

Καί Θεοτοκίον.
Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Zoom in (real dimensions: 397 x 557)

Ο Ιερεύς μνημονεύει· είτα το Κοντάκιον Ήχος β΄.
Προστάτρια πιστών, Παρασκευή αθληφόρε, πέλουσα, τοίς τη σεπτή εικόνι σου θερμώς προσπελάζουσιν, ικέτευε Χριστόν τον Νυμφίον σου, δωρηθήναι λύσιν των δεινών, 
νόσων και θλίψεων, και αμαρτιών πασών την συγχώρησιν.

Και ευθύς το Προκείμενον. Ήχος δ
Υπομένων υπέμεινα τον Κύριον και προσέσχε μοι, και εισήκουσε της δεήσεώς μου.
Στίχος. Και έστησεν επί πέτραν τους πόδας μου, και κατεύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Μάρκον (Ἐ΄ 24 - 34).
Τῷ καιρῶ ἐκείνω ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καί συνέθλιβον αὐτόν. Καί γυνή τίς, οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, καί πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν, καί 
δαπανήσασα τά παρ’ ἑαυτῆς πάντα, καί μηδέν ὠφεληθεῖσα ἀλλά μᾶλλον εἰς τό χεῖρον ἐλθοῦσα, ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου 
αὐτοῦ, ἔλεγε γάρ. Ὅτι, καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καί εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὐτῆς, καί ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπό τῆς μάστιγος. 
Καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς ἐν ἐαυτῶ τήν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε. Τίς μου ἤψατο τῶν ἱματίων; Καί ἔλεγον αὐτῶ οἱ μαθηταί αὐτοῦ. 
Βλέπεις τόν ὄχλον συνθλίβοντα σέ, καί λέγεις. Τίς μου ἤψατο; καί περιεβλέπετο ἰδεῖν τήν τοῦτο ποιήσασαν. Ἡ δέ γυνή, φοβηθεῖσα καί τρέμουσα, εἰδυία ὅ γέγονεν ἐπ’ αὐτή, 
ἦλθε, καί προσέπεσεν αὐτῶ, καί εἶπεν αὐτῶ πάσαν τήν ἀλήθειαν. Ὁ δέ εἶπεν αὐτή. Θύγατερ, ἡ πίστις σου σέσωκε σέ, ὕπαγε εἰς εἰρήνην, καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγός σου. 

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Ήχος πλ. β΄. Μεταβολή των θλιβομένων.
Μεταβολή παντός κινδύνου, απαλλαγή νόσου παντοίας υπάρχουσα, Παρασκευή παρθένε, ρύσαι πάντας των δεινών, της των εναντίων κακουχίας, καί της των 
δαιμόνων εταιρείας, ταίς θείαις σου πρός Θεόν δεήσεσι.

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου. Ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον 
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας. Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ. Προστασίαις 
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων. Ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου. Τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων. 
Τῶν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου 
καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν. Τῶν ἁγίων ἐνδόξων 
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόιρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν 
ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Της αγίας Παρασκευής της 
Οσιοπαρθενομάρτυρος, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ωδή ζ΄. Παίδες Εβραίων.
Κάραν πάνσεπτον πάντες, της Παρθενομάρτυρος δεύτε Παρασκευής, πιστοί εν ετησίοις, τιμήσωμεν τοις ύμνοις, ως πηγήν ανεξάντλητον, των ιαμάτων αεί, καί θείων δωρημάτων.
Εορτήν παναισίαν, οι πιστοί ορθοδόξως επιτελέσωμεν, φαιδρώς Παρασκευής νύν, την Κάραν προσκυνούντες, καί βοώντες εκ πίστεως· πρόφθασον ρύσαι ημάς, λιταίς σου 
πάσης νόσου.
Υπέρ πάσαν ουσίαν, και υπέρ χρυσίον η Κάρα σου διαλάμπουσα, παρέχει σωτηρίαν, τοίς πίστει, Αθληφόρε, προς αυτήν καταφεύγουσι, και ιατρεύει ψυχών, θανατηφόρους νόσους.

Θεοτοκίον.
Η Θεόν σαρκοφόρον, Παναγία Παρθένε αποκυήσασα, εκ πάντων αδόκητων, κινδύνων τον λαόν σου, και εκ νόσων περισώζε, και αμαρτίας δεσμόν, τάχει λιταίς σου λύσον.

Ωδή η΄. Τον Βασιλέα.
Στόματι πάντες, και καρδία υμνούμεν, την πανένδοξον Μάρτυρα Κυρίου, ότι αρωστίας ετύχομεν την λύσιν.
Εν Ουρανίοις, Παρασκευή αθληφόρε, τοις σκηνώμασι χορεύουσα τών πίστει, σε υμνολογούντων μνημόνευε, παμμάκαρ.
Ρωσθείσα, Μάρτυς, τη ισχύϊ Κυρίου, των τυράννων κατήσχυνας τά θράση· θραύσον καί νύν πάντων, δεσμούς τυραννουμένων.

Θεοτοκίον.
Άχραντε μόνη, ευλογημένη Μαρία, τά δυσίατα ιάτρευσον πάθη, του οικτρού σου δούλου, ίνα σε μακαρίζω.

Ωδή θ΄. Κυρίως Θεοτόκον...
Φλέξον παρανόμων, Παρασκευή Μάρτυς, περί τω θείω τεχνάσματα άθεα· πιστούς δέ πάντας, θείω αυγάσματι λάμπρυνον.
Έμπλεως ενθέου, λάμψεως γενέσθαι, τον σόν οικέτην νυνί καταξίωσον, ταίς προς τον όλων Δεσπότην, λιταίς σου, Πάνσεμνε.
Ίνα σε δοξάζω, Παρασκευή πόθω, τάς ανιάτους μου νόσους θεράπευσον, καί ταίς ευχαίς σου τελείαν, ρώσιν παράσχου μοι.

Θεοτοκίον.
Μόνη Θεοτόκε, ως Αγνή και Μήτηρ, της ακαθάρτου ιλύος με κάθαρον, των ακαθάρτων μωλώπων, καί σώσον, Δέσποινα.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.

Καί τά παρόντα Μεγαλυνάρια.
Αίτησαι ειρήνην παρά Θεού, ψυχών σωτηρίαν, και κινδύνων απαλλαγήν, θεία αθληφόρε, Παρασκευή, ευχαίς σου, τοις πίστει ευφημούσί σε καί γεραίρουσι.
Πορφυράν εξ αίματος την στολήν, σύ περικειμένη, καί το στέμμα εν κορυφή, έχουσα ώ Μάρτυς, καί την της παρθενίας, κατέχουσα λαμπάδα ημών μνημόνευε.

Καί το Θεοτοκίον.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον, τά συνήθη τροπάρια, ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν τό ἑξῆς:
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός 
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Καί το τροπάριον. Ήχος α΄.
Τήν σπουδήν σου τη κλήσει κατάλληλον, εργασαμένη φερώνυμε, την ομώνυμόν σου πίστιν εις κατοικίαν κεκλήρωσαι, Παρασκευή αθληφόρε· όθεν προχέεις ιάματα, 
καί πρεσβεύεις υπέρ των ψυχών ημών.

Ο Ιερεύς ως έθος μνημονεύει.
Εις την απόλυσιν, ψάλλομεν το παρόν Προσόμοιον.
Ήχος β΄. Ότε εκ του ξύλου σε νεκρόν...

Θύμα τω Δεσπότη καί Θεώ, ήχθης, καλλιπάρθενε, θείον καί παναμώμητον· πάσας όθεν ηύφρανας, τάς ουράνιους αρχάς, καί μακάρων, αοίδιμε, ψυχάς· διό πάντες, 
πίστει σου δεόμεθα, καί πόθω ζέοντι, ρύσαι ταίς λιταίς σου εκ νόσων, καί παντοδαπών εναντίων, ημάς τούς τιμώντάς σε Πανεύφημε.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια: