Πέμπτη, 15 Ιανουαρίου 2015

Παρακλητικός Κανών στον Άγιο Αθανάσιο τον Μέγα Πατριάρχη Αλεξανδρείας


ΕικόναΠαρακλητικός Κανών στον Άγιο Αθανάσιο τον Μέγα Πατριάρχη Αλεξανδρείας



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί 
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός 
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι 
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν 
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα 
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι 
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• 
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. 
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας 
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τόν Ἱεράρχην καί Ποιμένα τόν ἄκακον, οἱ διαφόροις πειρασμοῖς συνεχόμενοι, ἐκλιπαροῦντες κράξωμεν ἐκ βάθους ψυχῆς. Πάτερ Ἀθανάσιε, ἰκεσίαις σου ρύσαι, 
ἠμᾶς ἐκ περιστάσεως, νόσων τέ καί κινδύνων, καί πάσης ἄλλης βλάβης καί φθορᾶς, ὡς παρρησίαν ἔχων πρός Κύριον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν ἐν μετάνοια κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἐφ' ἠμίν σπλαγχνισθεῖσα,
σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων, μή ἀποστρέψεις σούς δούλους κενούς. Σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν 
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, 
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί 
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον 
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος 
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, 
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, 
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, 
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον 
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.

Ἀνατολῆς τῶν ἀρετῶν γενόμενος ἥλιος ἄδυτος, Ἀθανάσιε Πάτερ, τοῖς νῦν πρός τήν σκέπην σου, ἐν πίστει καταφεύγουσι, φωτισμόν σωτηρίας μετάδος ταῖς σαῖς δεήσεσι, 
λύων τήν ἀχλύν τῶν παθῶν ἠμῶν.
Θηριωδῶς τέ καί ἀσέμνως ἅπαντα σχεδόν τόν βίον μου, καταδαπανήσας ὁ μωρός καί ἄσωτος, εἰς ἐμαυτόν γενόμενος, τή Πηγή σου προστρέχω, καί σοί βοῶ, Ἀθανάσιε, 
σῶσον μέ θερμαῖς δεήσεσιν.
Ἀξιοχρέως τήν ὠδήν ὑφαίνομεν Πηγή σου τή ἱερά, διο καί πρός ταύτην, Πάτερ Ἀθανάσιε, ἐν πίστει καταφεύγομεν, ἑξαιτούμενοι χάριν, ἠμίν δοθῆναι καί ἄφθονον, ρῶσιν 
δί’ αὐτῆς τῶν παθῶν ἠμῶν.

Θεοτοκίον
Στρέψον ἐμοί τόν κοπετόν τῆς νόσου μου εἰς ὑγιείας χαράν, τόν σκοτεινόν σάκκον τόν τῆς καχεξίας μου, Παρθένε διαρρήξασα, τήν φαιδράν εὐεξίας, περιζωσον εὐφροσύνην μέ, 
καί ἀγαλλιάσεως πλήρωσον. χριστιανος.gr

Ὠδή γ’. Ὁ στερεώσας κατ’ ἀρχάς
Νῦν τόν κακόν ὁ ἀγαθός, τόν ἐν πολλή ἀσπλαγχνία, ὁ ἀκένωτος κρατήρ τοῦ ἐλέους τόν αἰσχρόν τόν ρυπαρόν, ὁ καθαρός ἀπόπλυνον, Ἀθανάσιε Πάτερ, καί ταῖς πρεσβείαις σου 
σῶσον μέ.
Ἀειλαμπής ὡς πέρ ἀστήρ, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάσας τή ὑφήλιον πάσαν, τῶν παθῶν ἠμῶν, Σοφέ, τόν σκοτασμόν ἀπέλασον, καί πειρασμῶν ὁμίχλην, ταῖς σαῖς λιταῖς 
διασκέδασον.
Σέ ἀνυμνῶ πανευλαβῶς καί γοερῶς ἱκετεύω, ἐξελού μέ ἐκβοῶν τόν σόν δοῦλον, Ἀθανάσιε Σοφέ, κινδύνων τέ καί θλίψεων, ταῖς θείαις σου πρεσβείαις, καί τῆς μελλούσης 
κολάσεως.

Θεοτοκίον
Εἰ καί κατήντησα, Σεμνή, εἰς λάκκον ταλαιπωρίας, καί εἰς βόθρον ἀπογνώσεως ὅλος, ἄλλ’ εἰδῶς σου τήν πολλήν καί ἄμετρον συμπάθειαν, χεῖρας σοί ἀνατείνω, ὅθεν οἰκτείρασα 
σῶσον μέ.

Ὠδή δ’. Σύ μου ἰσχύς Κύριε
Ἰλαστικά, δέχου σου δούλου ἐγκώμια, Ὀρθοδόξων στύλε καί κραταίωμα, καί καταφύγιον ἀψευδές, καί κατεγνωσμένω ἐμοί γενού ἰλαστήριον, καί ρύσαι μέ τοῦ Ἅδου, τῆς πικρᾶς 
καταδίκης, ταῖς λιταίς σου, Σοφέ Ἀθανάσιε.
Ὁ στεναγμός , Νινευϊτῶν προσδεξάμενος, Παντοκράτωρ Θεός τέ καί Κύριος, τήν ὀφειλήν τῶν ἁμαρτιῶν, πάσαν τήν ἐκείνων, ἀφῆκε, Πάτερ ὡς εὔσπλαγχνος. Διο σέ ἱκετεύω 
ἐξιλέωσον τοῦτον, παραβλέψαι καμού τά ἐγκλήματα.
Νόσου δεινῆς, πυρός σεισμοῦ τέ καί θλίψεως, καί παντοίας βλάβης, Ἀθανάσιε, τόν σόν οἰκέτην ἐκλιπαρῶ, ἁπάλλαξον τάχος, ταῖς πρός Θεόν ἰκεσίαις σου, καί ρύσαι μέ τῆς 
τούτων χαλεπῆς τυραννίδος, καί θανάτου ἀώρου ἑξάρπασον.

Θεοτοκίον
Ρῶσιν ψυχῆς, ρῶσιν μοί σώματος δώρησαι, ἴνα πράττω καί ποιῶ τό θέλημα, τού σου Υἱοῦ φόβω καί χαρά, καί γάρ ἐξισχύεις, ὡς Μήτηρ οὖσα τοῦ Κτίστου μου, καί πράττεις ὅσα 
θέλεις, τοῖς ἐν πίστει καί πόθω τή σή σκέπη, Παρθένε, προστρέχουσιν.

Ὠδή ἐ’. Ἴνα τί μέ ἀπώσω
Ὑλακήν τήν Ἀρείου, τοῦ παραφρονήσαντος σοφῶς ἐφίμωσας, τοῦ Πατρός τόν Λόγον ὁμοούσιον σύ Ἀθανάσιε, ἐκδιδάξας σέβειν, ὄν ἰλεούμενος μή παύση, ἀβλαβεῖς 
συντηρεῖσθαι τούς δούλους σου.
Μή παρίδης μέ, Πάτερ, πλείσταις περιστάσεσι, ζάλαις καί θλίψεσι, πανταχόθεν οἶμοι! συνεχόμενον καί πιεζόμενον, ἀλλά φρούρησον μέ ὑπό τήν σκέπην σου τήν θείαν, 
καί ταῖς θείαις πρεσβείαις σου σῶσον μέ.
Νομοθέτης κατέστης, καί τῶν εὐσεβούντων φωστήρ, Ἀθανάσιε, διο σοί βοῶμεν, ταῖς λιταίς σου ἠμᾶς καθοδήγησον, εἰς ὁδόν εὐθείαν τῶν τοῦ Κυρίου θελημάτων, 
καί κακίας δαιμόνων ἑξάρπασον.

Θεοτοκίον
Ἁμαρτίαις ἐπαύξω, ἄλλας ἁμαρτίας ὁ τλήμων ἑκάστοτε, καί ἐπισυνάγω τῆς Γεέννης τό πῦρ τό ἀνύποιστον, ἐν τή παναθλία ἐμοῦ ψυχή, ἀφ’ οὗ μέ ρύσαι, πρό τῆς πείρας ἐκείνης 
Πανάμωμε.

Ὠδή στ’. Ἰλάσθητι μοί Σωτήρ
Ὤ Ἱεράρχα Χριστοῦ, τούς ὁμωνύμους σοί φύλαττε, καί πάντας τούς εὐσεβεῖς, τούς εἰς τήν ζωήρρυτον, Πηγήν σου προστρέχοντας, ἐκ παντός κινδύνου, σαῖς λιταῖς, 
καί περιστάσεων.
Νοσήματα χαλεπά, ἐξ ἐμοῦ ποίησον, Πάνσεπτε, παρακαλῶ σέ θερμῶς, καί πάσαν τήν κάκωσιν ψυχῆς τέ καί σώματος, ταῖς θείαις λιταίς σου, καί κινδύνους καταδίωξον.
Ἀνύσας ἐπί τῆς γής, μεγάλους ἄθλους, Μακάριε, δεινῶν ἠμᾶς φοβερῶν, καί πάσης κακώσεως, ἐκλύτρωσαι τάχιον, ταῖς πρός τόν Σωτήρα πανιέροις σου δεήσεσι.

Θεοτοκίον
Φωτί ἀπείρω τού σου, προσώπου μέ καταλάμπρυνον, Παρθενομῆτορ Ἁγνή, βυθοῦ ἀπογνώσεως ἀεί ἁπαλλάττουσα, καί πρός μετανοίας τούς λιμένας ἐμβιβάζουσα.
Διασωσον ἀπό παντοίων κινδύνων καί θλίψεων, Ἱεράρχα, τούς τήν σήν γεραίροντας Πηγήν τήν σωτήριον, ὡς ἔχων παρρησίαν ἐν Κυρίω.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν. χριστιανος.gr



Ὁ Ἱερεύς μνημονεύει, εἴτα τό Κοντάκιον Ἦχος δ’.
Προστασία τῶν Χριστιανῶν

Προστάτα τῶν πιστῶν ἀκαταίσχυντε, καί ἱκέτα πρός Χριστόν Ἱερώτατε, μή παρίδης Ἀθανάσιε τῶν σέ ὑμνούντων φωνᾶς, ἀλλά σπεῦσον ἀγαθέ, εἰς τήν βοήθειαν ἠμῶν τῶν 
πιστῶς κραυγαζόντων σοί, τάχυνον ὡς οἰκτίρμων καί ρύσαι δεινῶν παντοίων, καί λοιμικῶν ἀσθενειῶν, ταῖς πρός τόν Κτίστην πρεσβείαις σου.

Καί εὐθύς τό Προκείμενον Ἦχος δ’. 
Τό στόμα μου λαλήσει σοφίαν, καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τά ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν οἰκουμένην. 

Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην. (ι’. 9-16)
Εἶπεν ὁ Κύριος, Ἐγώ εἰμί ἡ θύρα, δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται, καί εἰσελεύσεται, καί ἐξελεύσεται, καί νομήν εὐρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμή ἴνα κλέψη, καί θύση, 
καί ἀπολέση, ἐγώ ἦλθον, ἴνα ζωήν ἔχωσι, καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός. Ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων, ὁ μισθωτός δέ, 
καί οὐκ ὧν ποιμήν, οὗ οὐκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχόμενον, καί ἀφίησι τά πρόβατα καί φεύγει, καί ὁ λύκος ἁρπάζει αὐτά, καί σκορπίζει τά πρόβατα. Ὁ δέ 
μισθωτός φεύγει, ὅτι μισθωτός ἐστι, καί οὐ μέλει αὐτῶ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός, καί γινώσκω τά ἐμᾶ, καί γινώσκομαι ὑπό τῶν ἐμῶν. Καθώς γινώσκει μέ 
ὁ Πατήρ, καγῶ γινώσκω τόν Πατέρα, καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὐκ ἐστίν ἐκ τῆς αὐλῆς ταύτης, κακείνα μέ δεῖ ἀγαγεῖν, καί τῆς 
φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἰς ποιμήν. χριστιανος.gr

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Καί τό παρόν Προσόμοιον.
Ἦχος Πλ. β’. Ὅλην ἀποθέμενοι

Πολλοῖς συνεχόμενος, νῦν πειρασμοῖς ὁ παντλήμων, πρός σέ Ἀθανάσιε καταφεύγω, σῶσον μέ τόν ἀνάξιον, τόν πολλά πταίσαντα, ὡς οὐδείς ἄλλος γάρ, ἐν ἀνθρώποις 
ἐπλημμέλησα, διο τήν θείαν σου, χάριν ἑξαιτῶ ὁ πανάθλιος, προφθάσας σύ μέ οἴκτειρον, σαῖς πρός τόν Δεσπότην δεήσεσι, καί μή μέ ἐάσης εἰς τέλος κινδυνεύειν τόν εἰς σέ, 
πάσαν ἐλπίδα μου θέμενον, πιστῶν τά διασῶσμα.

Ὁ Ἱερεύς: 
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον 
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις 
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• 
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί 
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων 
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων 
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Ἀθανασίου τοῦ Μέγα Πατριάρχη 
Ἀλεξανδρείας, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας
Ρύεις Πάτερ καί σώζεις, ταῖς θερμαίς σου πρεσβείαις τούς πεφευγότας εἰς σέ, καί γάρ εἰ μή ἐφρούρεις, ἠμᾶς τούς σούς οἰκέτας, ἀπολώλαμεν ἅπαντες, καί ἐγενήθημεν ἄν 
καταβρῶμα δαιμόνων.
Ἐπηρείας παντοίας, Ἀθανάσιε Πάτερ, πιστῶν τό καύχημα, κινδύνων ἀδοκήτων, καί λύπης τόν σόν δοῦλον, ταῖς πρεσβείαις σου λύτρωσαι, καί ἐκ ποικίλων ἀεί ἀσθενειῶν μέ 
ρύσαι. χριστιανος.gr
Τήν ψυχήν μου, ὤ Πάτερ, κατανύξεως πλῆσον καί εὐλαβείας θερμῆς, τήν θείαν ὅπως βρέχω, Εἰκόνα σου, Θεοφρον, ταῖς ροαῖς τῶν δακρύων μου, καί ἀποπλύνω ἀεί τόν 
ρύπον τῶν παθῶν μου.

Θεοτοκίον
Ἐξ ἱδρώτων καί κόπων, στεναγμῶν τέ καρδίας, Θεογεννήτρια, συναίσθησις γεννᾶται, ἀπάθεια δ’ ἐκ ταύτης, ἤς καί φθᾶσαι τούς πρόποδας, ἀξιωθείην ἐγώ ὁ πταίσας ὑπέρ πάντας.

Ὠδή ἡ’. Τόν Βασιλέα
Ἡ ζωηφόρος, καί γλυκυτάτη Πηγή σου, διαλύει, Ἀθανάσιε Πάτερ, νόσους καί κινδύνους ταῖς πρός Θεόν εὐχαίς σου.
Νόσων παντοίων, τούς προσκυνοῦντας ἐν πόθω, τήν πανσέβαστον Εἰκόνα σου θεοφρον, ρύσαι θλίψεων καί πόνων, λιταίς σου Ἱεράρχα.
Ἀθανασίου, τῷ Ἰατρείω προσφεύγω, πρός αὐτόν γοερῶς ἀνακράζων, ρύσαι μέ ὤ Πάτερ, κινδύνων ταῖς εὐχαίς σου.

Θεοτοκίον
Ἴνα δοξάζω, καί προσκυνῶ μετά δέους, σού τό πάνσεπτον ὄνομα, Κόρη θλίψεως μέ πάσης, ἐκλύτρωσαι καί βλάβης. χριστιανος.gr

Ὠδή θ’. Ἐξέστη ἐπί τούτω
Ἱκέτην σέ καί πρέσβυν πρός τόν Θεόν, πρεσβευσόμενον Πάτερ συγχώρησιν, ἁμαρτιῶν, καί τῶν ὀφλημάτων καί τῶν χρεῶν, ἀποκοπᾶς αἰτούμενον, θείους μιμησάμενον 
οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς, Θεοφρον, στηριζόμενος.
Νυμφῶνος ἀθανάτου ἐπιτυχεῖν, καί τρυφῆς Παραδείσου ἀξίωσον, τόν ἐπί γής, θεῖον σέ προστάτην μετά Θεόν, θεῖον ἱκέτην ἔχοντα, ὑπέρμαχον μέγαν καί ἰατρόν, διο ἐνδιαθέτως, 
τολμώντα ταῦτα λέγειν, σῶσον μέ Πάτερ, ταῖς πρεσβείαις σου.
Ὤ πόση εὐφροσύνης καί φωτισμοῦ, καί χαρᾶς ὑπερμέτρου πληρούμεθα! Σού τή σεπτή, Πηγή προσπελάζοντες εὐλαβῶς, προρρέει γάρ οὐράνιον, καί θεῖον, Ἀθανάσιε 
γλυκασμόν, διώκοντα τά πάθη, τῶν πόθω σέ τιμώντων, καί τήν ὑγίειαν δωρούμενον.

Θεοτοκίον
Μαρία Θεοτόκε, σύ τῆς ἐμῆς, ταλαιπώρου καρδίας τά τραύματα καί τῆς ψυχῆς, ἕλκη τά δυσίατα καί πολλά, καί τῆς σαρκός μου Δέσποινα, θεία ἐπισκέψει σου τάς δεινάς, 
θεράπευσον ὀδύνας, καί λύσόν μου τάς νόσους, τάς τῆς ψυχῆς τέ καί τοῦ σώματος.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν 
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Τόν ἐν Ἱεράρχαις θαυματουργόν, καί τόν ἐν κινδύνοις ἀπροσμάχητον βοηθόν, τόν θεῖον ποιμένα καί λάτριν τοῦ Δεσπότου, Ἀθανάσιον Μέγαν, ὕμνοις τιμήσωμεν.
Τῶν Ἀρχιερέων τήν καλλονήν, καί τῆς Ἐκκλησίας ἐγκαλώπισμα τό τερπνόν, καί ἠμῶν τῶν πάνυ ἁμαρτωλῶν προστάτην, Ἀθανάσιον Μέγαν δοξολογήσωμεν.
Χαίροις Ἐκκλησίας θεῖε ἀστήρ, οἰκουμένης δόξα, Ἱερέων ὑπογραμμός, Πατέρων λαμπρότης, τῆς χάριτος δοχεῖον, Χριστιανῶν προστάτα, ὤ Ἀθανάσιε.
Ἔχει μέν τό πνεῦμα σου οὐρανός, ἠμεῖς δέ πλουτοῦμεν τήν Εἰκόνα σου τήν σεπτήν, ἤν περικυκλοῦντες μετ’ ἀνεικάστου πόθου, τιμῶντες προσκυνοῦμεν, ὤ Ἀθανάσιε.
Τῷ Θεῶ τῶν ὅλων νῦν παρεστῶς, αἴτησαι πταισμάτων τοῖς τιμῶσι σέ παρ’ αὐτοῦ, ἄφεσιν δοθῆναι, Ἀθανάσιε Πάτερ, καί τῶν ἐπερχομένων δεινῶν τήν λύτρωσιν.
Φύλαττε καί σκέπε ταῖς σαῖς εὐχαῖς, πάντας τούς τιμώντας τήν ζωήρρυτόν σου Πηγήν, καί τήν σήν Εἰκόνα, καί αἰωνίως ρύσαι, ἐκ θλίψεως παντοίας, ὤ Ἀθανάσιε.

Θεοτοκίον
Δέσποτα φιλάνθρωπε Βασιλεῦ, μή ἀκούσω τότε ἐν ἡμέρα τή φοβερά, φωνῆς τῆς ὀργῆς σου εἰς πῦρ ἀποπεμπούσης, ἄλλ’ οἴκτειρον πρεσβείαις τῆς κυησάσης σέ.

Τό Τρισάγιον 
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον 
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Εἴτα τό Τροπάριον Ἦχος γ’.
Στύλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων τήν Ἐκκλησίαν, Ἱεράρχα Ἀθανάσιε, τῷ γάρ Πατρί τόν Υἱόν ὁμοούσιον, ἀνακηρίξας κατήσχυνας Ἄρειον, Πάτερ Ὅσιε, 
Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Θρόνος πάγχρυσος τοῦ βασιλέως, καί παράδεισος διηνθισμένος, ἀνεδείχθης, Θεοτόκε Πανάχραντε, τόν γάρ Θεόν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἠμᾶς θείαις χάρισιν. 
Ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς Μητέρα σέ, κηρύττομεν ἀεί καί μεγαλύνομεν.

Εἴτα ἐκτενής, κά ἀπόλυσις, καθ’ ἤν ψάλλομεν τά παρόντα Προσόμοια, Ἦχος β’.
Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.

Ὕμνοις Ἀθανάσιε τήν σήν, Κρήνην τήν ζωήρρυτον ὄντως, καί ἀνεξάντλητον, τήν ἀναβλυστάνουσαν ρεῖθρα ἰάσεων, καί προχέουσαν χάριτας πάσι τοῖς αἰτούσι, συμφώνως 
αἰνέσωμεν κατασπαζόμενοι, πόθω τήν σεπτήν σου Εἰκόνα, πιστῶν παραμύθιον οὖσαν, καί τῶν νόσων φάρμακον ἀποίκιλον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Πάσι τή Πηγή σου εὐλαβῶς, καί τή πανσεβάστω Εἰκόνι σου καταφεύγουσιν, Ἱεράρχα ἔνδοξε ὤ Ἀθανάσιε, χορηγεῖς τά αἰτήματα ταῖς σαῖς ἰκεσίαις, τάχιστα ρυόμενος τῶν 
ἀδοκήτων δεινῶν, λύπης καί παντοίων κινδύνων, νόσων ἐμπρησμοῦ καί σεισμοῦ τέ, λοιμοῦ καί λιμοῦ τέ καί τῶν θλίψεων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάντες προσκυνοῦμεν σέ πιστῶς, Μῆτερ τοῦ Θεοῦ τῶν ἁπάντων, εὐλογημένη Ἁγνή, Ἄχραντε Πανάμωμε Θεοχαρίτωτε, ρύσαι πάντας τῶν θλίψεων, τή σῆ μεσιτεία, δυσωπεῖ 
σέ Δέσποινα ὁ Ἀθανάσιος, μετά τῶν Ἁγίων ἁπάντων, οἴκτειρον ἠμᾶς σῶ ἐλέει, Παναγία Δέσποινα Παντάνασσα.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
 
 

Δεν υπάρχουν σχόλια: