Τρίτη 28 Δεκεμβρίου 2021

Ἐλθέτω δή ἐφ’ ἡμᾶς ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων.


 

Κύριε ὁ Θεός ἡμῶν, ὁ καιρούς καί χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καί ἀτελεύτητος καί ἐπέκεινα παντός χρόνου νοούμενός τε καί ὑπάρχων, ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καί ἀλλοιώσεως, ὁ τόν πάντα χρόνον τόν τε γεγονότα, τόν τε ὄντα καί τόν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτόν εἰσελθεῖν· αὐτός, πανάγαθε Δέσποτα, τήν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· 

ὄμβρους εἰρηνικούς πρός καρποφορίαν τῇ γῇ δώρησαι· 
τούς ἀέρας ὑγιεινούς καί εὐκράτους ἀνθρώποις τε καί κτήνεσι κατασκεύασον· 
δός ἡμῖν ἐν εἰρήνῃ καί ὁμονοίᾳ βεβαίᾳ τόν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτί τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας. 
Τήν ἁγίαν ἡμῶν Ἐκκλησίαν καλῶς διαφύλαξον· τό εὐσεβές ἡμῶν Ἔθνος τῇ δυνάμει σου κραταίωσον· τούς Ἄρχοντας ἡμῶν καί τόν Στρατόν τῇ κραταιᾷ σου χειρί στερέωσον καί κράτυνον. 
Τήν νεότητα παιδαγώγησον, τό γῆρας περικράτησον, τούς ἐσκορπισμένους ἐπισυνάγαγε, τούς πεπλανημένους ἐπανάγαγε καί σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ. 
Ἐλθέτω δή ἐφ’ ἡμᾶς ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων, βασιλεία χρηστότητος, δικαιοσύνης καί εἰρήνης καί ἀξίωσον ἡμᾶς ἐν ἑνί στόματι καί μιᾷ καρδίᾳ ὑμνεῖν σε καί δοξάζειν τόν ἐν Τριάδι ἄναρχον καί αἰώνιον Θεόν εἰς τούς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.

Κύριε ὁ Θεός μας,Ἐσὺ ποὺ ἔθεσες ὑπὸ τὴν ἐξουσία Σου τοὺς καιροὺς καὶ τοὺς χρόνους,
ποὺ ὑπάρχεις χωρὶς ἀρχὴ καὶ τέλος καὶ ἔξω ἀπὸ κάθε ἔννοια χρόνου,ἔξω ἀπὸ κάθε μεταβολὴ καὶ ἀλλοίωση, ποὺ γεμίζεις μὲ τὴν παρουσία Σουκάθε χρόνο, τὸν παρελθόντα, τὸν ἐνεστότα καὶ τὸν μέλλοντα,Ἐσὺ ποὺ μὲ τὴν ἀπερίγραπτη μακροθυμία Σου μᾶς ἀξίωσεςνὰ εἰσέλθουμε σὲ νέο χρόνο τῆς πλούσιας καλοσύνης Σου,Ἐσὺ Πανάγαθε Δέσποτα, εὐλόγησε αὐτὴ τὴν εἴσοδο μὲ τὴ θεία Σου Χάρη.Δώρησε κατάλληλο καιρὸ στὴ γῆ πρὸς καρποφορία.Κάνε τὸ κλίμα ὑγιεινὸ καὶ εὔκρατο γιὰ ἀνθρώπους καὶ ζώα.Δῶσε μας μὲ εἰρήνη καὶ σταθερὴ ὁμόνοια νὰ περάσουμε τὴν διάρκειά του,στολισμένοι μὲ τὸ στεφάνι τῆς δόξας τῶν ἀρετῶνκαὶ ὁδεύοντας θεάρεστα στὸ φῶς τῶν ἐντολῶν Σου.
Δυνάμωσε τὸ εὐσεβὲς Ἔθνος μας μὲ τὴν δύναμή Σου.Παιδαγώγησε τὴ νεότητα. Στήριξε τὰ γηρατειά. Παρηγόρησε τοὺς ὀλιγόψυχους.Ἐπανέφερε αὐτοὺς ποὺ ἔχουν διασκορπιστεῖ.Αὐτοὺς ποὺ ἔχουν πλανηθεῖ ἕνωσέ τους πάλι μὲ τὴν ἁγία Σου Ἐκκλησία,
τὴν ὁποία διαφύλαξε μὲ τὴ Χάρη Σου.Μίλησε ἀγαθὰ στίς καρδιές τῶν ἀρχόντων μας,
ἐνίσχυσε καί δυνάμωσε αὐτοὺς καὶ τὸν φιλόχριστο στρατό μας.Ἂς ἔλθει σὲ ἐμᾶς, Κύριε, ἡ Βασιλεία Σου,Βασιλεία ἀγάπης, καλωσύνης, δικαιοσύνης καὶ εἰρήνης,Καί ἀξίωσέ μας,μὲ ἕνα στόμα καὶ μιὰ καρδιὰ νὰ Σὲ ὑμνοῦμε καὶ νὰ Σὲ δοξάζουμεἘσένα τὸν Ἄναρχο καὶ αἰώνιο Τριαδικὸ Θεὸ στοὺς αἰῶνες τῶν αἰώνων.
Ἀμήν.