Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 25 Σεπτεμβρίου 2022, ΙΕ΄ Κυριακῆς (Β΄Κορ. δ΄ 6-15)
Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ὁ Θεὸς ποὺ εἶπε νὰ λάμψῃ
φῶς ἀπὸ τὸ σκοτάδι, αὐτὸς ἔλαμψε μέσα μας, διὰ νὰ φέρῃ εἰς φῶς τὴν γνῶσιν τῆς
δόξης τοῦ Θεοῦ ἐν τῷ προσώπῳ τοῦ Ἰησοῦ Χριστοῦ.
Ἔχομεν δὲ τὸν θησαυρὸν αὐτὸν
μέσα σὲ πήλινα σκεύη, διὰ νὰ φανῇ ὅτι τέτοια ὑπερβολικὴ δύναμις εἶναι τοῦ Θεοῦ
καὶ δὲν προέρχεται ἀπὸ μᾶς. Πιεζόμεθα μὲ κάθε τρόπον, ἀλλὰ δὲν φθάνομεν σὲ ἀδιέξοδον,
εὑρισκόμεθα σὲ ἀδυναμίαν ἀλλ’ ὄχι σὲ ἀπελπισίαν, διωκόμεθα ἀλλὰ δὲν ἐγκαταλειπόμεθα,
καταβαλλόμεθα ἀλλὰ δὲν χανόμεθα.
Πάντοτε φέρομεν εἰς τὸ σῶμά
μας τὸν θάνατον τοῦ Κυρίου Ἰησοῦ, διὰ νὰ φανερωθῇ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ εἰς τὸ σῶμά
μας. Διότι ἐνῷ ζῶμεν παραδιδόμεθα πάντοτε εἰς θάνατον χάριν τοῦ Ἰησοῦ, διὰ
νὰ φανερωθῇ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ εἰς τὸ θνητόν μας σῶμα. Ὥστε ὁ μὲν θάνατος
συντελεῖται σ’ ἐμᾶς, ἀλλ’ ἡ ζωὴ σ’ ἐσᾶς.
Ἀλλ’ ἐπειδὴ ἔχομεν τὸ ἴδιο πνεῦμα
τῆς πίστεως σύμφωνα πρὸς ὅ,τι εἶναι γραμμένον, Ἐπίστεψα καὶ διὰ τοῦτο ἐμίλησα,
καὶ ἐμεῖς πιστεύομεν, διὰ τοῦτο καὶ μιλᾶμε, διότι γνωρίζομεν ὅτι ἐκεῖνος ποὺ ἀνέστησε
τὸν Κύριον Ἰησοῦν θὰ ἀναστήσῃ καὶ ἐμᾶς διὰ τοῦ Ἰησοῦ καὶ θὰ μᾶς στήσῃ μαζὶ μ’ ἐσᾶς
ἐνώπιόν του.
Ὅλα γίνονται πρὸς χάριν σας, ὥστε
καθὼς ἡ χάρις ἐπεκτείνεται εἰς περισσοτέρους, νὰ προκαλέσῃ πλουσίαν τὴν εὐχαριστίαν
πρὸς δόξαν τοῦ Θεοῦ.
ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ
Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2 εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

Απόδοση στη Νέα Ελληνική
1 Ενώ ο Ιησούς στεκόταν κοντά στη λίμνη Γεννησαρέτ, 2 είδε δύο πλοιάρια κοντά στη λίμνη, αλλά οι ψαράδες είχαν βγει και έπλεναν τα δίχτυα. 3 Εμπήκε σε ένα από τα πλοιάρια, το οποίο ανήκε στον Σίμωνα, και τον παρακάλεσε να απομακρυνθεί λίγο από την ξηρά. Τότε κάθισε και δίδασκε τα πλήθη από το πλοιάριο. 4 Μόλις έπαυσε να μιλάει, είπε στο Σίμωνα: "Πήγαινε στα βαθιά και ρίξτε τα δίχτυα σας για ψάρεμα". 5 Και ο Σίμων απεκρίθη, "Διδάσκαλε, όλη τη νύχτα κοπιάσαμε χωρίς να πιάσουμε τίποτε. Αλλά επειδή συ το λες, θα ρίξω το δίχτυ". 6 ΄Όταν το έκαναν, έπιασαν πολλά ψάρια, και το δίχτυ τους άρχισε να σχίζεται. 7 Και έκαναν νεύματα εις τους συντρόφους τους, που ήταν στο άλλο πλοιάριο, να έλθουν να τους βοηθήσουν. Και ήλθαν και γέμισαν και τα δύο πλοιάρια, ώστε να κινδυνεύουν να βυθιστούν. 8 ΄Όταν ο Σίμων Πέτρος είδε τι έγινε, έπεσε στα γόνατα του Ιησού και είπε: "Φύγε από εδώ, Κύριε, διότι είμαι άνθρωπος αμαρτωλός". 9 Αυτό το είπε γιατί εξεπλάγη και αυτός και όλοι όσοι ήσαν μαζί του με τα ψάρια που έπιασαν, 10 επίσης και ο Ιάκωβος και ο Ιωάννης, οι υιοί Ζεβεδαίου, οι οποίοι ήταν συνέταιροι του Σίμωνος. Και είπε ο Ιησούς στο Σίμωνα: "Μη φοβάσαι. Από τώρα και στο εξής θα αλιεύεις ανθρώπους". 11 Και όταν έφεραν τα πλοιάρια στην ξηρά, τα άφησαν όλα και Τον ακολούθησαν