Δευτέρα, 11 Ιουλίου 2016

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚ0Σ ΕΙΣ ΑΓΙΑΝ ΜΑΡΙΝΑΝ

 
Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται
ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί
ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.
Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωΐ τό ἔλεός σου,
ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου,
ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου
ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄.Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τήν ἀθληφόρον καί παρθένον Μαρίναν, τήν δί’ ἁγνείας τήν ψυχήν ὠραΐσασαν, ἀνευφημοῦντες κράξωμεν ἐκ μέσης ψυχῆς. Μάρτυς ἀξιάγαστε, ταῖς πρεσβείαις σου ρύσαι, πάντας τούς τιμώντας σέ,
τοῦ λιμοῦ καί λοιμοῦ τέ, καί πάσης ἄλλης βλάβης τοῦ ἐχθροῦ, ὅπως ὑμνῶμεν ἐνθέως τήν μνήμην σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν, ἐν μετανοία κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα βοήθησον, ἐφ’ ἠμίν σπλαγχνισθεῖσα σπεῦσον ἀπολλύμεθα,
ὑπό πλήθους πταισμάτων, μή ἀποστρέψης σούς δούλους κενούς, σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.
Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης
ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ
ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου
καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ
ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας
Σκιρτώσα, Μαρίνα, ἐν οὐρανῶ, καί τῶν τοῦ Ὑψίστου, πληρουμένη μαρμαρυγῶν, φώτισον τόν νοῦν μου σαῖς πρεσβείαις, καί σκοτασμοῦ τῶν παθῶν μέ ἁπάλλαξον.
Θερμῶς ἱκετεύω σέ ὁ οἰκτρός, ταῖς σαῖς ἰκεσίαις, ὤ Μαρίνα μάρτυς Χριστοῦ, δυσχερῶν του βίου λύτρωσαι μέ, καί τῶν παθῶν μου τόν τάραχον κόπασον.
Μέγα τό κατόρθωμά σου, σεμνή, δράκοντα γάρ μέγαν, ἐταπείνωσας εὐθαρσώς κάμε ὅθεν δώρησαι, Μαρίνα, περιφρονῆσαι αὐτοῦ τά σοφίσματα.
xristianos.gr
Θεοτοκίον
Σύ εἰ, Παρθένε ἄσπιλε, τῆς ἐμῆς, διανοίας θάρρος, καί ἐλπίς μου τῆς ταπεινῆς, ψυχῆς καί καρδίας ταλαιπώρου, σύ εἰ τό φῶς, ἡ ζωή καί ἀνάστασις.
Ὠδή γ΄. Σύ εἰ τό στερέωμα…
Χαίρουσα, πανόλβιε, ἐν οὐρανοῖς σύν τοῖς μάρτυσι, πάντας ἠμᾶς, φρούρησον εὐχαίς σου, καί παθῶν ἐλευθέρωσον.
Σκέπην τήν εἰκόνα σου, σοφή Μαρίνα, οἰόμενοι, δαιμονικᾶς, φεύγομεν παγίδας, καί δεινῶν ἐκλυτρούμεθα. χριστιανος.gr
Ὕμνον χαριστήριον, ὁ σός οἰκέτης προσφέρω σοί, διασωθεῖς, δεινῆς ἀσθενείας, ὤ Μαρίνα, πρεσβείαις σου.
Θεοτοκίον
Ἔχω σέ, Πανάσπιλε, βίου προστάτιν καί τεῖχος ἄρρηκτον, διό δεινῶν, τοῦ ματαίου βίου, οὐ πτοοῦμαι τήν ἕφοδον. χριστιανος.gr
Ὠδή δ΄. Εἰσακήκοα, Κύριε
Ἐντρυφώσα, πανένδοξε, καί ἐνηδομένη θείαις λαμπρότησι, τῶν τιμώντων σέ μνημόνευσε, καί ἐκ νόσων ρύου, ταῖς πρεσβείαις σου.
Τῶν ἁγίων αἱμάτων σου, οἱ κρουνοί Μαρίνα, κατέσβεσαν, τήν δεινήν παθῶν μου φλόγωσιν, καί εἰς ὑγιείαν μέ ὠδήγησαν.
Σταλαγμοῖς τῶν αἱμάτων σου, πάσαν ἀθείας πυράν κατέσβεσαν, καί τῶν σέ τιμώντων ἤρδευσας, τάς ψυχᾶς, Μαρίνα, θεοδόξαστε.
Θεοτοκίον
Ρόδον σύ τό ἀμάραντον, ὤ Παρθένε μόνη βλαστήσασα, ταῖς πρεσβείας σου περισῶζε, τούς προστρέχοντας σοί, Μητροπάρθενε.
Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Φώτισον ἠμᾶς, τούς τιμώντας σέ, θεόπνευστε, φωτί τῷ μεγάλω νῦν προσεγγίζουσα, καί φωτοφόρους, τάς ψυχᾶς ἠμῶν ἀπέργασαι.
Ρεύμασι σεπτοῖς, τῶν αἱμάτων σου κατασβεσον, πῦρ τό τῆς ἀπάτης καί ξήρανον ροῦν, τῆς δυσσεβών τυραννίας, Μαρίνα πανσεμνέ.
Θείαις καλλοναῖς, τοῦ Νυμφίου σου, ἀοίδιμε, ἐνηδομένη τῶν ὑμνούντων σέ, φωτός τοῦ θείου, τάς ψυχᾶς εὐχαίς σου ἔμπλησον.
Θεοτοκίον
Ἄχραντε Σεμνή, θείω ὕδατι μέ ράντισον, καί ταῖς λιβάσι τοῦ ἐλέους σου, σταγόνας δίδου, τῶν δακρύων ὑετίζειν μέ.
Ὠδή ς΄. Ἰλάσθητι μοί, Σωτήρ
Ἐλήλυθε φωταυγής, σεμνή ἡ μνήμη σου σήμερον, φωτίζουσα τούς πιστῶς, ἐν ταύτη τιμώντας σέ, καί σκότος διώκουσα, παθῶν ἀνιάτων, καί δαιμόνων ταῖς πρεσβείαις σου.
Στεφάνω παρθενικῶ, Χριστός, Μαρίνα, σέ ἔστεψεν, ὡς καθαράν καί ἁγνήν, καί χορῶ παρθένων σέ, δεόντως ἐσκήνωσε, διό ὑπέρ πάντων, ἠμῶν τοῦτον καθικέτευε.
Ὑμνοῦσα σύ τόν Θεόν, φωναῖς ἀπαύστοις μνημόνευε, ἠμῶν τῶν ἁμαρτωλῶν, Μαρίνα πανένδοξε, ρυσθῆναι ἐκ θλίψεως, λοιμικῆς τέ νόσου, καί δεινῶν του πολεμήτορος.
Θεοτοκίον
Φωνή ἀρχαγγελική, Θεόν, Μαρία, ἐγέννησας, ὄν ἐξιλέωσαι νῦν, ἠμίν ὡς ἰσχύουσα, τοῖς πίστει κραυγάζουσι, δωρηθῆναι λύσιν, τῶν πταισμάτων, Παναμώμητε.
Διασωσον ἀπό κινδύνων, Μαρίνα, ταῖς σαῖς πρεσβείαις, τούς ἐν πίστει εἰλικρινεῖ πρός σέ καταφεύγοντας, καί ἴασαι τά πολλά ἠμῶν πάθη.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἔπ ἐσχάτων τῶν ἥμερων τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Zoom in (real dimensions: 642 x 930)Εικόνα
Ὁ Ἱερεύς μνημονεύει, εἴτα τό Κοντάκιον. Ἦχος β΄.
Νύμφη ἐκλεκτή του Σωτῆρος, Μαρίνα ἔνδοξε, τάς σειρᾶς τῶν πολλῶν μου πταισμάτων διαρρηξον, παθῶν φθορᾶς καί κινδύνων ρύσαι, καί τήν ἀχλύν τῶν νόσων μου διασκέδασον, ταῖς πρός Θεόν λιταίς σου, παναοίδιμε.
Καί εὐθύς τό Προκείμενον. Ἦχος δ΄.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί, καί εἰσήκουσε τῆς δεησεῶς μου.
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατεύθυνε τά διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (θ΄. 1-16)
Τῷ καιρῶ ἐκείνω, συγκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καί ἐξουσίαν, ἐπί πάντα τά δαιμόνια, καί νόσους θεραπεύειν καί ἀπέστειλεν αὐτούς κηρύσσειν τήν
βασιλείαν τοῦ Θεοῦ, καί ἰάσθαι τούς ἀσθενοῦντας. Καί εἶπε πρός αὐτούς. Μηδέν αἴρετε εἰς τήν ὁδόν, μήτε ράβδους, μήτε πῆραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνά δύο χιτώνας ἔχειν. Καί εἰς ἤν ἄν
οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καί ἐκεῖθεν ἐξέρχεσθε. Καί ὅσοι ἄν μή δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπό τῆς πόλεως ἐκείνης, καί τόν κονιορτόν ἀπό τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ’ αὐτούς.
Ἐξερχόμενοι δέ, διήρχοντο κατά τάς κώμας, εὐαγγελιζόμενοι καί θεραπεύοντες πανταχοῦ. χριστιανος.gr
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τάίς της Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.
Καί τό παρόν προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι…
Μαρίνα πανένδοξε, τῶν ἀθληφόρων τό κλέος, σύν παρθένων τάγμασι, καί χοροῖς μαρτύρων, τούς ἐκτελοῦντάς σου, πίστει τήν κοίμησιν, καί τήν θείαν μνήμην, καί τή σκέπη προσπελάζοντας, τή σή,
πανεύφημε, σῶζε τῷ Κυρίω πρεσβεύουσα, καί πάσαν νόσον ἴασαι, καί τῶν ψυχικῶν ἐλευθέρωσον, δεινῶν ἀλγηδόνων, καί ρύσαι ἐκ κινδύνων τοῦ ἐχθροῦ, ὡς παρρησίαν πρός Κύριον ἔχουσα, θεοσοφέ.
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου. Ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά
πλούσια. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας. Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ. Προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων.
Ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου. Τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων. Τῶν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν
διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις,
Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν. Τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόιρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου,
τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης.
Της ἁγίας Μαρίνας τῆς Μεγαλομάρτυρος, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.
Ὠδή ξ΄. Παῖδες Ἑβραίων…
Ὄμβροις τῶν σῶν αἱμάτων ρεῖθρα, ἀπεξήρανας εἰδώλων φλυαρίας, ἐπομβρίζεις δέ νῦν, ἰάματα παντοία, μάρτυς Μαρίνα, παύουσα, πῦρ δεινῶν νόσων παντοίων. χριστιανος.gr
Μάρτυς Μαρίνα, τῷ Ὑψίστω, στεφηφόρος ἀεί παρισταμένη, ὑπέρ πάντων ἠμῶν, τῶν σέ ὑμνολογούντων, διηνεκῶς ἱκέτευε, τοῦ ρυσθῆναι ἐκ κινδύνων.
Πάσι πηγάζει, ὤ Μαρίνα, ποταμούς ἰαμάτων ἡ εἰκών σου, τάς ὀδύνας ἀεί, ἐξαίροντας σωμάτων, καί τάς ψυχᾶς δροσίζοντας, καί πληροῦντας θυμηδίας.
xristianos.gr
Θεοτοκίον
Ἔπαινον γλώσσης ἐξ ἀναγνου, τή Πανάγνω σοῖ προσφέρω, Θεοτόκε, ἐναγών λογισμῶν, ρυσθῆναι δυσωπῶν σέ, καί μολυσμῶν τοῦ σώματος, ὤ ἀμόλυντε Παρθένε.
Ὠδή ἡ΄. Τόν Βασιλέα…
Τούς τήν σήν μνήμην, τήν φωτοφόρον τιμώντας, ἀπό πάσης ρύσαι σαῖς πρεσβείαις, νόσου, ὤ Μαρίνα, ἴνα σέ μακαρίζω.
Τῶν ἰαμάτων, χάριν λαβοῦσα, Μαρίνα, ἀπελαύνεις νόσους ἀνιάτους, ἐκ τῶν σέ τιμώντων καί πόθω γεραιρόντων.
Ἀποκαθαίρει, μολυσμούς παθημάτων, ἡ εἰκών σου τῶν πόθω γεραιρόντων, μνήμην σου τήν θείαν Μαρίνα ἀθληφόρε.
Θεοτοκίον
Ἰωθείσάν μου, τήν ψυχήν ἁμαρτίας, δραστικῶ φαρμάκω σῆς πρεσβείας, ἴασαι, Παρθένε, ἐλπίς τῶν σέ ὑμνούντων. χριστιανος.gr
Ὠδή θ΄. Κυρίως Θεοτόκον…
Θεώσεως τυχοῦσα, καί φωτί τρυφώσα, τῷ οὐρανίω, Μαρίνα θεοληπτε, τούς σέ ὑμνοῦντας λιταίς σου, δεινῶν ἁπάλλαξον.
Μαρίνα δωρηθῆναι, πάσιν Ὀρθοδόξοις, ἀπαλλαγήν δεινῶν νόσων καί θλίψεων, Χριστόν δυσώπει, καί ρῶσιν ψυχῆς καί σώματος.
Μαρίνα Θεοῦ δόξαν, ἐνοπτριζομένη, ὑπέρ τῶν σέ εὐφημούντων αὐτόν δυσώπησον, τοῦ μετασχεῖν θείας δόξης τέ, καί λαμπρότητος.
Θεοτοκίον
Μαρία Θεοτόκε, σέ ὑμνολογουμεν, ὅτι κινδύνων καί νόσων λυτροῦσαι ἠμᾶς, διηνεκῶς τόν σόν Τόκον, καθικετεύουσα.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.
Καί τά παρόντα Μεγαλυνάρια
Τήν ἄμωμον νύμφην τοῦ Ἰησοῦ, Μαρίναν τήν θείαν, ἰκετεύσωμεν οἱ πιστοί, βοῶντες ρύσαι νόσων, καί δεινῶν σαῖς πρεσβείαις, ἠμᾶς τούς ἐκτελοῦντας τήν θείαν μνήμην σου. χριστιανος.gr
Μή παύση, Μαρίνα, τοῦ Ποιητοῦ, θερμῶς δεομένη, ὑπέρ πάντων τῶν εὐσεβῶς, σέ μακαριζόντων ὡς μάρτυρα Κυρίου, καί πόθω γεραιρόντων τήν θείαν μνήμην σου.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.
Τρισάγιον. Καί τό Τροπάριον.
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον…
Τοῦ ἐχθροῦ τάς ἐνέδρας ρύμη διέφυγες, καί αὐτῶ προσπλακεῖσα ὑπερηκόντισας, καί ἐκ Θεοῦ τήν δαψιλή χάριν ἀπείληφας, ἀποσοβεῖν ἐκ τῶν πιστῶν, τάς νόσους τάς λυμαινώδεις,
διό πρέσβευε τῷ Κυρίω, ὑπέρ ἠμῶν, Μαρίνα ἔνδοξε.
Ἤ τό παρόν Ἀπολυτίκιον. Ἤχος ἅ’.
Τοῦ πατρός ἐκ βρέφους ἀπεστράφης τά εἴδωλα, καί τοῦ Ὀλυβρίου τυράννου τήν ὀφρύν κατεπάτησας, Μαρίνα πανεύφημε σεμνή, ρωσθεῖσα δέ ἰσχύι Σταυροῦ αἰσθητοῦ τήν τοῦ φανέντος κεφαλήν
συντρίβεις πολεμήτορος.Δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διά σου πάσιν ἰάματα.
Ὁ Ἱερεύς μνημονεύει. Εἴτα Ἐκτενής, καί Ἀπόλυσις, καθ’ ἤν ψάλλομεν τό παρόν Προσόμοιον. Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου Σέ νεκρόν…
Σήμερον ὑμνοῦμεν εὐσεβῶς, μάρτυς ἀθληφόρε Μαρίνα, σού τό ἐκνίκημα καί τήν θείαν μνήμην σου, καί εὐκλεῆ ἑορτήν, οἱ ὀρθῶς δογματίζοντες, Τριάδα ἁγίαν, καί σέ ἰκετεύομεν, ρύσαι σούς
δούλους δεινῶν, νόσων καί παντοίων κινδύνων, καί τῆς τοῦ ἐχθροῦ τυραννίδος, τούς σοί προσπελάζοντας, ἀοίδιμε.
πηγη xristianos.gr

Δεν υπάρχουν σχόλια: