Τρίτη, 12 Μαΐου 2015

Παρακλητικός Κανών στην Αγία Μεγαλομάρτυρα Βαρβάρα



 
Παρακλητικός Κανών στην Αγία Μεγαλομάρτυρα Βαρβάρα

Zoom in (real dimensions: 300 x 400)



\ Ἱερεύς: Εὐλογητός Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς ἀθληφόρος εὐκλεής του Σωτῆρος, καί τῶν θαυμάτων ἀνεξάντλητος κρήνη, καί βοηθός ἠμῶν ἐν περιστάσεσι, προφθασον καί λύτρωσαι, λοιμικῶν νοσημάτων, καί πάσης
στενώσεως, καί ἀνάγκης καί βλάβης, τούς ἀδιστάκτω πίστει καί στοργή, ἑξαιτουμένους, Βαρβάρα, τήν χάριν σου.

Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἰάματα βλύζουσα κρουνηδόν, ψυχῶν θεραπεύεις, καί σωμάτων πάθη δεινά, τῶν πίστει καί πόθω προσιόντων, Μεγαλομάρτυς Βαρβάρα, τή σκέπη σου.
Ἀθλήσεως μάρτυς ταῖς ἀστραπαῖς, σκεδάζεις πνευμάτων, ἀκαθάρτων τόν σκοτασμόν, καί ρῶσιν καί χάριν καί ὑγείαν, τοῖς ἐν νυκτί ἀνατέλλεις τῶν θλίψεων.
Συνοῦσα ἀλήκτως τῷ ποιητή, ἀπαύστως δυσώπει, παρρησία μαρτυρική, ἠμᾶς ἐκλυτροῦσθαι Ἀθληφόρε, τῶν ἐν τῷ βίω κινδύνων καί θλίψεων. χριστιανος.gr

Θεοτοκίον
Ἀφθόρως τεκοῦσα σωματικῶς, τόν πάντων Δεσπότην ἀφθαρτίζοντα τόν Ἀδάμ, κεχαριτωμένη Θεοτόκε, φθοροποιῶν νοημάτων μέ λύτρωσαι.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ἰαμάτων τήν χάριν, παρά Χριστοῦ εἴληφας, ὅθεν τάς πολλᾶς μου ὀδύνας καί τά συντρίμματα, μάρτυς θεράπευσον, καί τῆς ψυχῆς μου τήν λύπην, εἰς χαράν μετάβαλε,
Βαρβάρα ἔνδοξε.
Μαρτυρίου τήν τρῖβον, περιφανῶς ἤνυσας, ὅθεν πρός ὁδόν τήν εὐθείαν, ἠμᾶς κυβέρνησον, τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐξ ἀτραπῶν ἀπωλείας, τή προμηθεστάτη σου,
Βαρβάρα χάριτι.
Ἀσθενείαις βαρείαις, καί ἀλγεινοῖς πάθεσι, διά παραπτώσεων πλῆθος, δεινῶν ἐτάζομαι, ὅθεν κραυγάζω σοί, τόν τῆς ὀδύνης μου πόνον, κούφισον πανεύφημε,
Θεία σου χάριτι.

Θεοτοκίον
Ρυπωθεῖς τή κακία, τό τῆς ψυχῆς ἔσβεσα, κάλλος καί ἠμαύρωσα Κόρη, πράττων τά ἄτοπα. Σύ οὔν μέ λύτρωσαι, τῆς πονηρᾶς συνηθείας, καί τῆς μετανοίας μου, τό φῶς ἀνατειλον.
Διασωσον Μεγαλομάρτυς Βαρβάρα, τούς σούς οἰκέτας, πάσης βλάβης καί νοσημάτων καί θλίψεων, καί τοῖς θερμῶς σέ καλούσιν ἀεί βοήθει.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή

Θαυμάτων πηγᾶς, Βαρβάρα ἀναβλύζουσα, προφθάνεις θερμῶς, τούς ἐπιβοωμένους σου, τό ὄνομα τό ἅγιον, καί διώκεις λοιμώδη νοσήματα, διά τοῦτο βοῶμεν σοῖ σεμνή.
Τῆς τούτων ἠμᾶς ρύμης διάσωζε.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Τάς ἐνέδρας τοῦ δράκοντος, ἄς τεκταίνει μάρτυς καθ’ ἠμῶν συντριψον, τή ταχεία ἀντιλήψει σου, καί τῆς τούτου βλάβης ἠμᾶς ἁπάλλαξον.
Ὑποπέσας ταῖς θλίψεσιν, ὡς παραπικράνας Χριστόν τόν εὔσπλαχνον, ἐκ καρδίας ἀνακράζω σοί. Λύσον ὤ Βαρβάρα, τήν ἀθυμίαν μου.
Σωτηρίαν ἑξαίτησαι, καί ἀρρωστημάτων τήν ἀπολύτρωσιν, καί εἰρήνην τέ καί ἔλεος, τοῖς σέ ἀνυμνούσι, Βαρβάρα πανσεμνέ.

Θεοτοκίον
Τῆς ψυχῆς μου τήν κάκωσιν, ἴασαι Παρθένε τή σή Χρηστότητι, καί παθῶν μέ σκότους λύτρωσαι, τή φωτοχυσία τῆς προνοίας σου.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Ἡ Θεοειδῆς, ἀρωγή σου ἠμίν γένοιτο, ὥσπερ αὔρα ἐναψύξεως σεμνή, πειρασμῶν ἀποσβεννύουσα τόν καύσονα.
Νόσων χαλεπῶν, καί ποικίλων περιστάσεων, καί δεινῶν ἐπιβουλῶν καί ἀναγκῶν, ἀνωτέρους, ὤ Βαρβάρα ἠμᾶς φύλαττε.
Σκέπη ἀρραγής, καί προστάτις καί ἀντίληψις, καί θερμή πρός τόν Χριστόν καταλλαγή, ἠμίν ἔσο ἐν τῷ βίω καλλιπάρθενε.

Θεοτοκίον
Ὕψωσον ἠμᾶς τήν διάνοιαν, Πανάμωμε, ἐξ ὑλώδους προσπαθείας μοχθηρᾶς, ἁγίας ἀναβάσεις Θείου ἔρωτος.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Νοσήματα χαλεπά καί χρόνια, θεραπεύουσα τή σή προστασία, τῆς τούτων βλάβης ἠμᾶς ἀνωτέρους, Μεγαλομάρτυς Βαρβάρα διάσωζε, καί πρέσβευε τῷ Ποιητή, τῶν
πταισμάτων ἠμίν δοῦναι ἄφεσιν.
Τήν δέησιν τῆς ψυχῆς μου προσδεξαι, ὡς θυμίαμα εὐῶδες Βαρβάρα, καί δυσωδίας παθῶν ἀκαθάρτων, τήν μολυνθεῖσαν καρδίαν μου κάθαρον, καί τοῦ νοός μου τάς πολλᾶς,
ἐκτροπᾶς ἐπανόρθωσον δέομαι.
Ρυσθῆναι μέ τῶν ἐν βίω θλίψεων, καί παντοίων ἀναγκῶν καί κινδύνων, καί ψυχικῆς ἀθυμίας καί λύπης, τόν προσιόντα θερμῶς τή πρεσβεία σου, τόν σόν Νυμφίον Ἰησοῦν,
ἐκδυσώπει Βαρβάρα ἑκάστοτε.

Θεοτοκίον
Ἰάτρευσον τήν νοσοῦσαν ψυχήν μου, μυστική ἐπισκοπή σου Παρθένε, καί τάς τοῦ σώματος παῦσον ὀδύνας, καί τῶν πταισμάτων μοί δώρησαι ἄφεσιν. Σύ γάρ προστάτις
μου θερμή, καί ἐν σοῖ πεποιθῶς διασώζομαι. χριστιανος.gr
Διασωσον Μεγαλομάρτυς Βαρβάρα τούς σούς οἰκέτας, πάσης βλάβης καί νοσημάτων καί θλίψεων, καί τοῖς θερμῶς σέ καλούσιν ἀεί βοήθει.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου

Θαυματουργίαις πολλαῖς διαλάμπουσα, τῶν νοσημάτων ἐξαίρεις τόν καύσονα, καί τήν ὑγείαν βραβεύεις τοῖς πάσχουσι, Παρθενομάρτυς Βαρβάρα ἑκάστοτε, διό σου τήν χάριν
κηρύττομεν.

Zoom in (real dimensions: 302 x 400)


Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοί.
Στίχος• Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἐκ τοῦ κατά Μάρκον (ἐ΄. 24-34 )
Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς καί συνέθλιβον αὐτόν. Καί γυνή τίς οὖσα ἐν ρύσει αἵματος, ἔτη δώδεκα, καί πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν, καί
δαπανήσασα τά παρ’ ἑαυτῆς πάντα, καί μηδέν ὠφεληθεῖσα, ἀλλά μᾶλλον εἰς τό χεῖρον ἐλθοῦσα, ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου
αὐτοῦ. Ἔλεγε γάρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καί εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὐτῆς, καί ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπό τῆς μάστιγος.
Καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς τήν ἐαυτῶ τήν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε: Τίς μου ἤψατο τῶν ἱματίων; Καί ἔλεγον αὐτῶ οἱ μαθηταί αὐτοῦ.
Βλέπεις τόν ὄχλον συνθλίβοντα σέ καί λέγεις, τίς μου ἤψατο; Καί περιεβλέπετο ἰδεῖν τήν τοῦτο ποιήσασαν. Ἡ δέ γυνή φοβηθεῖσα καί τρέμουσα, εἰδυία ὁ γέγονεν ἐπ’ αὐτή,
ἦλθε καί προσέπεσεν αὐτῶ, καί εἶπεν αὐτῶ πάσαν τήν ἀλήθειαν. Ὁ δέ εἶπεν αὐτή: Θύγατερ, ἡ πίστις σου σέσωκε σέ, ὕπαγε εἰς εἰρήνην, καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγός σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Νύμφη πανακήρατος, τοῦ Βασιλέως τῆς δόξης, παρθενία λάμπουσα, καί στερρᾶς ἀθλήσεως τοῖς παλαίσμασιν, ἀληθῶς πέφηνας, Βαρβάρα Θεοφρον, διά τοῦτο σου δεόμεθα,
πάσης στενώσεως καί ἐπηρειῶν τοῦ ἀλάστορος, λυμαντικῶν παθήσεων, καί φθοροποιῶν τέ μολύνσεων, ἀβλαβεῖς συντήρει, ἠμᾶς τούς προσιόντας σοί πιστῶς, καί τήν θερμήν
σου βοήθειαν, αἰτοῦντας ἑκάστοτε.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τῆς ἁγίας Μεγαλομάρτυρος Βαρβάρας,
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς. χριστιανος.gr

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βοηθοῦσα μή παύση, τοῖς ἐν πόνοις τελούσι καί περιστάσεσι, καί ρῶσιν καί ὑγείαν, καί ἄφεσιν πταισμάτων, τή πρεσβεία σου νέμουσα, Βαρβάρα νύμφη Χριστοῦ, τοῖς σέ
ὑμνολογούσι.
Ἠδοθείσα σοί χάρις, ὑπέρ ἥλιον πάσι τῆς προστασίας σου, ἀπλοῦσα τάς ἀκτίνας, παθῶν τήν σκοτομήνην, καί δεινῶν τήν ἐπίλυσιν, διασκεδάζει ἀεί, Βαρβάρα καλλιμάρτυς.
Νεκρωθεῖς τή κακία, ἀρρωστήμασι πλείστοις νῦν κατατρύχομαι, ἀλλ’ ὤ Μεγαλομάρτυς, ἐπιφανόν ὑψόθεν, τήν θερμήν σου ἀντίληψιν, καί τῶν πολλῶν μου κακῶν, ρυσθήσομαι
ἐν τάχει.
Μολυσμῶν ἀκαθάρτων, καί παθῶν ἀνιάτων, ἠμᾶς ἁπάλλαξον, χαράν καί εὐφροσύνην, καί πάσαν ἀφθονίαν, τῶν καλῶν πρυτανεύουσα, Βαρβάρα νύμφη Χριστοῦ, τοῖς σέ
ἀνευφημούσι.

Θεοτοκίον
Ὀμβροφόρε νεφέλη, τόν σωτήριον ὄμβρον σύ ὑετίσασα, καταρδευσον τόν νοῦν μου, ἀϋλοτάτοις ρείθροις μητρικῆς σου χρηστότητος, εὐλογημένη Ἁγνή, ἴνα σέ μεγαλύνω.

Ὠδή ἡ΄. Τόν Βασιλέα.
Ὕδασι θείοις, τῆς σῆς λαμπρᾶς προμηθείας, τῶν παθῶν ἠμῶν ἀτάσβεσον τήν φλόγα, ἴνα σέ τιμῶμεν Βαρβάρα Ἀθληφόρε.
Γενού μοί Μάρτυς, καταφυγή ἐν ἀναγκαις, ἀντίληψις ἐν λυπηροῖς τοῦ βίου, καί ἐν τοῖς κινδύνοις, προπύργιον Βαρβάρα.
Ἔχουσα Μάρτυς, πλουσίαν χάριν Θεόθεν, ἐνεργεῖς ἀεί ἐν θαύμασιν ἰάσεις, καί δεινῶν ἐξαίρεις ἠμᾶς τούς σούς οἰκέτας.
Ρείθροις ἀϋλοις, τῶν δωρημάτων σου Μάρτυς, ἐναπόπλυνον τά ἕλκη τῆς ψυχῆς μου, καί ὑγείαν δός μοί τῷ πάσχοντι ἀθλίως.

Θεοτοκίον
Ἁγνή Παρθένε, καθάγνισον τήν ψυχήν μου, καί καταύγασον τόν νοῦν μου τή σή δόξη, ὡς ἄν ἐκτινάξω τόν κάρον τῆς ἀπάτης.

Ὠδή θ΄. Κυρίως Θεοτόκον
Σωμάτων ἀσθενείας, καί τάς καχεξίας, τάς ἀνιάτους ἰᾶσαι ἑκάστοτε, τῶν προσιόντων Βαρβάρα τή προστασία σου. χριστιανος.gr
Ἰσχύν τήν τοῦ Βελίαρ, θραῦσον Ἀθληφόρε, τήν καθ’ ἠμῶν κινουμένην καί αἴτησαι, τήν τῶν πταισμάτων Βαρβάρα ἠμίν συγχώρησιν.
Μεγίστη σου ἡ χάρις, πάντας γάρ προφθάνεις, τούς προσφωνοῦντας τήν κλησίν σου ἔνδοξε, καί βοηθείας ὀρέγεις χείρα τοῖς πάσχουσι.
Ὁδόν μέ πρός εὐθείαν, ἔλκυσον Βαρβάρα, ἐκ τῶν βαράθρων τῆς πλάνης καί συντριψον, τήν κατ’ ἐμοῦ τοῦ δολίου μανίαν δέομαι.

Θεοτοκίον
Ὑψίστου Θεῖε Θρόνε, Κεχαριτωμένη, ἀπό κοπρίας παθῶν μέ ἀνύψωσον, πρός ἀρετῶν ἀναβάσεις τή σή χρηστότητι.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Ὁ Ἱερεύς θυμιά τό Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καί τόν λαόν, ἤ τόν οἶκον ὅπου ψάλλεται ἡ παράκλησις καί ἠμεῖς ψάλλομεν τά παρόντα μεγαλυνάρια.
Χαίροις Ἀθληφόρε πανευκλεής, παρθένων ἡ δόξα καί Μαρτύρων ἡ καλλονή. Χαίροις ἰαμάτων, ἡ πολυχεύμων κρήνη, Βαρβάρα τοῦ Σωτῆρος νύμφη περιδοξε.
Ἄνθος πανευῶδες καί εὐθαλές, ἐκ ρίζης φυεῖσα ἀκανθώδους της ἐν Χριστῷ, ὀσμῆς διαπνέεις, τήν εὐωδίαν κόσμω, ἀθλήσεως ἀγῶσιν ὤ καλλιπάρθενε.
Τοῦ πατρός λυποῦσα τό ἀσεβές, νύμφη ἀνεδείχθης τοῦ Σωτῆρος περικαλλής, καί αὐτή ὡς προίκα πολυόλβον προσάγεις, ἀθλήσεως τούς πόνους Βαρβάρα ἔνδοξε.
Ὥραν παριδοῦσα νεανικήν, καί πλοῦτον καί δόξαν καταλείψασα ὡς φθαρτά, τόν Χριστόν ἐξ ὅλης ἠγάπησας καρδίας, καί τούτω προσηνέχθης στερροῖς παλαίσμασι.
Πάθη θεραπεύουσα χαλεπά, ἐξαίρετον χάριν, ἐκομίσω παρά Χριστοῦ, τάς λοιμώδεις νόσους, ἐλαύνειν ἀνενδότως, ἐξ ὧν ἠμᾶς τῆς λώβης Βαρβάρα φύλαττε.
Πᾶς τίς ὁ προστρέχων τῷ σῶ Ναῶ, κομίζεται τάχος τά αἰτήματα συμπαθῶς. Ὅθεν ἠμῶν δέχου Βαρβάρα τάς δεήσεις, καί πλήρου τάς αἰτήσεις ἐκδυσωποῦμεν σέ.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Τό Ἀπολυτίκιον Ἦχος δ΄.
Βαρβάραν τήν ἁγίαν τιμήσωμεν, ἐχθροῦ γάρ τάς παγίδας συνέτριψε, καί ὡς στρουθίον ἐρρύσθη ἐξ αὐτῶν, βοηθεία καί ὄπλω τοῦ Σταυροῦ ἡ πανσεμνός.

Εἴτα ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν τό ἑξῆς•
Ὄτε ἐκ τοῦ ξύλου.

Μάρτυς Ἀθληφόρε τοῦ Χριστοῦ, ἔνδοξε Βαρβάρα Θεοφρον, ἀξιοθαύμαστε, πάσης περιστάσεως, δεινῆς ἁπάλλαξον, καί κινδύνων καί θλίψεων, τῶν ἐπερχομένων, τούς τήν
σήν ἀντίληψιν, ἐπιζητοῦντας θερμῶς. Σύ γάρ βοηθός ἐν ἀναγκαις, καί πρός τόν Χριστόν μεσιτεία, πέλεις τῶν πιστῶς ἀνευφημούντων σέ.

Δίστιχον.
Βαρβάρα, Γεράσιμον τόν σέ ὑμνοῦντα
Πάσης ὀδύνης ἐκλύτρωσαι ἐν τάχει.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια: