Τετάρτη, 4 Δεκεμβρίου 2013

ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΒΑΡΒΑΡΑΝ





Κοντάκιον. Προς το· Τη Υπερμάχω Στρατηγώ.

Την Χριστομάρτυρα πιστοί, και νύμφην άσπιλον,
Την καλλιπάρθενον ομού, και αειπάρθενον,
Ύμνοις στέψωμεν Βαρβάραν την Αθληφόρον,
Ως λυτρουμένην λοιμικού παντός νοσήματος,
Τους εν εικόνι τη αυτή πόθω προσπίπτοντας,
Και κραυγάζοντας·

Χαίροις Κόρη Θεόνυμφε.

Άγγελοι εν τοις άνω, και βροτοί εν τοις κάτω, υμνείν σε προς αξίαν Βαρβάραν, οι μεν, αϋλωτάταις ηδοναίς, οι δε, εν υλαίοις φωναίς μη σθένοντες, γηθόμενοι θαμβούμεθα, βοώντες εκτενώς σοι ώδε·
Χαίρε δι ης η Τριάς εκλάμπει·
Χαίρε δι ης η παλλάς εκλείπει.
Χαίρε η θεολογήσα την Τριάδα τω φωτί·
Χαίρε, κρήνην προθεσπίσασα, ιαμάτων τω λουτρώ.
Χαίρε, ότι ηράσθη, η Τριάς του σου κάλλους·
Χαίρε, ότι προσήχθης, καθαρά τη Τριάδι.
Χαίρε ιλύν, δυάδος συρρίξασα·
Χαίρε αυγή, Τριάδος κηρύξασα.
Χαίρε δι ης, ο Σταυρός εκτυπούται·
Χαίρε δι ης, ο εχθρός εκμειούται·

Χαίρε Κόρη Θεόνυμφε

Βλέπουσα εν Ρωσσία, ευσεβώς η Δακία, το σον παρθενικόν αγνή σκήνος, και των παραδόξων το σμήνος, ύμνοις σε και ούτως ευλαβώς γεραίρουσι, μεθ ημών αυτών θεολογούντες, άσμα το τρισύνθεον·

Αλληλούϊα

Γνώσιν άγνωσον γνώναι, τον γενέτην ποθούσα, Βαρβάρα εβόα τοις τεχνίταις, τρίτην θυρίδα εκ δυείν, επιτεχνάσθαι τω βαλανείω βούλομαι` ίνα πας τις βλέπων το φώς του φωτοδότου λέγη ούτω·
Χαίρε φωτός, της Τριάδος κήρυξ·
Χαίρε πασών, γενναιών η κύλιξ.
Χαίρε ιαμάτων, η πηγή η αένναος·
Χαίρε ανιάτων νοσούντων συνούλωσις.
Χαίρε κάλλος το απόθετον, μύρον το εκκενωθέν·
Χαίρε ευανθής παράδεισος, και χαρίτων ο λειμών.
Χαίρε σεμνή Βαρβάρα, νικηφόρε Παρθένε·
Χαίρε εκλελεγμένη, πάγκαλλε του Χριστού Νύμφη.
Χαίρε το φως, Τριάδος η βλέψασα·
Χαίρε το πυρ, της πλάνης η σβέσασα.
Χαίρε σοφών, των τα θεία σεμνείον·
Χαίρε πατρός, ασεβούς ιερείον·

Χαίρε Κόρη Θεόνυμφε

Δυνάμει της Τριάδος, ανδρωθέν σου τω θήλυ, εν τω φρικωδεστάτω σταδίω, διασκοπούσα Ιουλιανή, και αυτή ανάπτεται προς τα όμοια, και ανύει το μακάριον άθλον, μετά σου βοώντα·

Αλληλούϊα

Έχουσα η Ρωσσία, σου το δέμας το θείον, αναγράφει σοι τους χαριστηρίους` σην δε κάραν πλουτούντες ημίν, πως ουχί τοις αυτοίς καταστέψωμεν, και μέλεσιν ως βέλεσι βάλωμεν τον Βελίαρ τοις δε·
Χαίρε του Αδάμ ευανθής πτόρθος·
Χαίρε της Εύας απαθές άνθος.
Χαίρε τον Σταυρόν, τη χειρί εκολάψασα·
Χαίρε τον αυτώ, τανυθέντα δοξάσασα.
Χαίρε πνεύματα ελαύνουσα ολεθρεύοντα ημάς·
Χαίρε χεύματα ομβρίζουσα, των θαυμάτων δαψιλώς.
Χαίρε ευτονωτέρα, και χαλκού και σιδήρου·
Χαίρε τιμιωτέρα, και χρυσού και σαπφείρου.
Χαίρε Θεού, ελαία χρυσόκλωνος·
Χαίρε λοιμού εξώλειαν λύουσα.
Χαίρε θυμού, του Θεού η γαλήνη·
Χαίρε ημών, προς Θεόν η ειρήνη·

Χαίρε Κόρη Θεόνυμφε

Ζάλην και τρικυμίαν, και οργήν τε και θλίψιν, θεηλάτως ημάς μαστιγούντα, και ζέοντα καθ` ημάς, και εκ δότους ποιούντα ολετήρσι πνεύμασι, κατευνάζεις ευιλατε, και άπαντας προτρέπεις μέλπειν·

Αλληλούϊα

Ήκουσαν οι τεχνίται, της θεηγόρου Κόρης, και τρίτην προστιθείσι θυρίδα, του τριλαμπούς φωτός εις τύπον, Πατρός, Υιού, και Αγίου Πνεύματος` παρ ου οι φωτισθέντες βοώμεν προς αυτήν τοιαύτα·
Χαίρε φωτός, τριφεγγούς θυγάτηρ·
Χαίρε ψυχών φωτοδόχων φάος.
Χαίρε, του Πατρός, και Υιού το ανάκτορον·
Χαίρε ω σεπτόν, Παρακλήτου αλάβαστρον.
Χαίρε, ότι θεοδίδακτος, ρητορεύεις το τριττόν·
Χαίρε, ότι ακατάπληκτος, μένεις εν τοις πειρασμοίς.
Χαίρε η θεηγόρος, και Παρθένος, και Μάρτυς·
Χαίρε η στεφηφόρος, αληθής και κατ άμφω.
Χαίρε τερπνόν, της Εώας αγλάϊσμα·
Χαίρε λαμπρόν, Ευρώπης θυσαύρισμα.
Χαίρε δι ης, εκποδών κακός πότμος·
Χαίρε δι ης, προθεσμία εφείται·

Χαίρε Κόρη Θεόνυμφε

Θεορρήμον Βαρβάρα, του Θεανθρώπου Λόγου θέσει θυγάτηρ χρηματίζεις. Διό και απαθανατίζεις πάντας, τους θεοπρεπώς σοι προσθέοντας, θανάτου θνητού και αθανάτου λυτρουμένη, και βοώντας·

Αλληλούϊα

Ίδον των ουρανίων, υπερκόσμιοι νόες, τον φύσαντα χειρί παιδοκτόνω, εκμανέντα τοιαύτα παιδί, και ούτω ξέοντα αφειδώς, και σπαράττοντα θηρός τρόπου, και ως ήδιστα αυτή έκραξαν·
Χαίρε οίον σώμα, εκδούσα ταις μάστιξι·
Χαίρε δι αγάπην παθούσα Νυμφίου σου.
Χαίρε σχέσιν η την πάτριον, παριδούσα εν χαρά·
Χαίρε γήθεν προς ουράνια, ενδημούσα καθαρά.
Χαίρε χαιρόντων Αγγέλων, τη ση καρτερία·
Χαίρε κλαιόντων δαιμόνων, τη σφων αυτών ήττοι.
Χαίρε ψευδή, την πλάνην η δείξασα·
Χαίρε αγνή, σφραγίδα τηρήσασα.
χαίρε αυλων τερπνήν ευωχία·
χαίρε Χριστού θαυμαστή ευωδία·

Χαίρε Κόρη Θεόνυμφε

Κάκιστε ω ποιμένων, οίαν Θεού αμνάδαν, προσπίνεις συ τω λύκω τεκόντι; Πως ουχ είλεσε δείλαιε, οίκτος τοιαύτης παιδός και έλεος; Ρύσαι ημάς Χριστέ, θηριωδίας, τους ειδότας ψάλλειν·

Αλληλούϊα

Λάμπεις εν τη εσπέρα, δύσα κατά την Εώα` ηγλάϊσας γαρ ταύτην σπαργάνοις, και κατήστραψας πάλαι ημάς, απολαύοντας σου των καλών Πάναγνε, θαυμάτων και λειψάνων των όλβων, και βοώντας τοιαύτα·
Χαίρε το κάλλος της παρθενίας·
Χαίρε το κάρφος το της πελείας.
Χαίρε την πατρώαν μανίαν μη δείσασα·
Χαίρε την εώον βλακείαν μισήσασα.
Χαίρε σώματος ευγένειαν, παραδούσα αικισμοίς·
Χαίρε άνθος της νεότητος, και της ώρας την ακμήν.
Χαίρε εξ ακανθώδους, εκφυέν ρίζης ρόδον·
Χαίρε άθλων ο στάχυς, βρίθων καρπόν ωραίον.
Χαίρε σεμνών, παρθένων οψώνιον·
Χαίρε ψυχών, αγνών το οσφράδιον.
Χαίρε λοιμόν, ημών αποσοβούσα·
Χαίρε θυμόν, Θεού εξιλεούσα·

Χαίρε Κόρη Θεόνυμφε

Μάστιγος λυμαιώνος, του παρόντος αιώνος, και δυσμενούς του απατεώνος, απαλλάξαις ταις σαις θεοδέκτοις λιταίς, πάντας τους προσιόντας σοι εκ πόθου, και μεταχωρούντας προς βίον βελτίω κράζει·

Αλληλούία

Νέαν Θέκλαν ορώσα, η πρωτόαθλος Θέκλα, δεξαμένην σχισθείσαν την πέτραν, τερατουργήσαντος του Χριστού, και τηρήσαντος σε, ώσπερ ανέπαφον, πατρός λυσσώδους επιβολής, νεύμασιν αθεάτοις εκρότει ταύτα·
Χαίρε ο νάρδος Χριστού νυμφίος·
Χαίρε περιστερά η του Νώε.
Χαίρε το αμήχανον, κάλλος ποθήσασα·
Χαίρε διαρρέουσαν, δόξαν πατήσασα.
Χαίρε η αναπληρώσασα την θυσίαν Ισαάκ·
Χαίρε φύντα η τεφρώσασα, τον Βελίου Αβραάμ.
Χαίρε τη παντευχία, του Σταυρού φραξαμένη·
Χαίρε αυτοχειρία, πατρική τεθυμένη.
Χαίρε αμνάς, Χριστού η αμίαντος·
Χαίρε μητρός, αυτού η αντίδοτος.
Χαίρε αγνών, νεανίδων γενναία·
Χαίρε υπέρ, την σοφήν Αβιγαίανω·

Χαίρε Κόρη Θεόνυμφε

Ξένον θέαμα βλέπω· τεμνομένων μαστών σου, τον νουν εις τους ουρανούς ανέσχες` ούτως άρα ο υπερουράνιος, σαρκοφόρος ώφθη επί γης άνθρωπος, ίνα σε γενναιόφρον, ουρανόφρονα δείξη, μελωδούσαν·

Αλληλούϊα

Όλη ει η πλησίον, ως καλή, ως ωραία, και μώμος εν σοι όλως ουκ έστι, και τω νυμφώνα χοροβατείς του σου ωραίου Νυμφίου, συν ταις φρονίμοις φρονίμη Παρθένε νεάνισιν, παρ’ ων ακούεις οία·
Χαίρε αγνείας, εύοσμον κρίνον·
Χαίρε μανίας, πατρικής κρείττων.
Χαίρε Παρθενίας, Αγγέλων διάγραμμα·
Χαίρε αφθορίας, Παρθένων το άγαλμα.
Χαίρε, συ γαρ τον Νυμφίον σου, επεπόθησας Χριστόν·
Χαίρε, συ γαρ την λαμπάδα σου διηυτρέπισας φαιδρώς.
Χαίρε απενεχθείσα, τω Βασιλεί παρθένος·
Χαίρε προεκλεθείσα, εις την οσμήν του μύρου.
Χαίρε αμνάς, το έριον βάψασα·
Χαίρε λαμπάς, ελαίω η άψασα.
Χαίρε δραχμή, ην Θεός σαρκί εύρε·
Χαίρε κοινή, ηδονή των Αγγέλωνω·

Χαίρε Κόρη Θεόνυμφε

Που πριμαίνεις Νυμφίε; Τετρωμένη τω πόθω, εβόα εν σταδίω η Μάρτυς, τας γαρ νιφάδας των αικισμών, ησυχή φέρουσα, τέμνετε, ξέετε, έλεγεν· ήδιστα ειμί προς τον Νυμφίον σου, ίνα ψάλλω συν Αγγέλοις·

Αλληλούϊα

Ρώμην την υπέρ φύσιν, της Βαρβάρας ορώσα, ακατάλληλον θηλεία φύσει, βαβαί προς αθεάτως ήσθη, η φιλοπαρθενομάρτυς μητρόθεος βοώσα ούτω·
Χαίρε θεοτερπές θείον θαύμα·
Χαίρε το εθελόθυτον θύμα.
Χαίρε θεομάχων, θεότευκτον θέριστρον·
Χαίρε αθειας, θεόκλητον θήρατρον.
Χαίρε άνθος παρθενόφυτον, τη αθλήσει φοινιχθέν·
Χαίρε κάλλος το απόθετον εν θεάτρω θεοθέν.
Χαίρε θεοσοφία, θανατούσα δυσθέους·
Χαίρε θεηγορία, θέλγουσα φιλοθέους.
Χαίρε δι ης, Θεός θάττον πείθεται·
Χαίρε δι ης, Θεός τεθαυμάστωται.
Χαίρε θεοειδών άθλων η θέα·
Χαίρε Θεώ θέουσα θεοφρόνως·

Χαίρε Κόρη Θεόνυμφε

Συνήγορον κεκτημένη, του Θεού την μητέρα, την αφθορίας πανταιτίαν· την μεσίτιν Θεού και ημών, την πανάφθορον όντως, ω άφθορε, απανέστης της φύσεως λαθούσα, και αυτή βοώσα·

Αλληλούϊα

Τριάδα των θυρίδων ω Βαρβάρα Παρθένε, ανειπούσα το λουτρόν φωτίζειν, μυστικόν εδήλωσας λουτρόν, τη παμφαεστάτη Τριάδι λαμπόμενον, και ψυχάς καθαίρον πάντων, ους Τριάς διήγειρε βοάν σοι·
Χαίρε των Αθλοφόρων η δόξα·
Χαίρε των θεολόγων η μούσα.
Χαίρε απειλαίς, και βασάνοις μη είξασα·
Χαίρε τα δεσμά, προσπαθείας η ρήξασα.
Χαίρε, ότι συ εξέπληξας, τάξεις τα Αγγελικάς·
Χαίρε, ότι συ διέρρηξας, του δολίου τας πλοκάς.
Χαίρε η εισελθούσα, του Νυμφίου τους γάμους·
Χαίρε απολαβούσα, παρ Αυτού τους στεφάνους.
Χαίρε σατάν, τους λόχους νοήσασα·
Χαίρε σαρκός, Σταυρώ αφειδήσασα.
Χαίρε Τριάς, εν η χαίρει ως νύμφη·
Χαίρε μονάς, ην εδόξασε μόνη·

Χαίρε Κόρη Θεόνυμφε

Ύψος των εγκωμίων, υπερβέβηκεν όντως, η δόξα της παρθένου σου Σώτερ` την πίστιν δε ημών προσιέμενος, αντιμετρήσειας την αντίδοσιν, ολβιοδότα φιλάνθρωπε, τοις κακουμένοις ημίν και βοώσιν·

Αλληλούϊα

Φωτεινή σε εσθητί, φωτοφόρως φαιδρύνει, Άγγελος διά Χριστόν περιδυθείσαν, και ώσπερ νύμφην περιφανή, της αφθαρσίας στολήν αμφιέννυσιν, αποτινάξας σου της σαρκός το πάχος, και φωνών σοι ταύτα·
Χαίρε εκστάσα τη αλλοιώσει·
Χαίρε παθούσα, απαθώς πάθος.
Χαίρε παλαιόν, αποδύσα τον άνθρωπον·
Χαίρε τον καινόν, ενδυθείσα Θεάνθρωπον.
Χαίρε ότι το μακάριον, τέλος έτλης ανδρικώς·
Χαίρε, ότι διάδημα, έχεις το μαρτυρικόν.
Χαίρε πεποικιλμένη, στίγμασι μαρτυρίου·
Χαίρε περικειμένη, στέφει αμαραντίνω.
Χαίρε Θεού, φωνής η αυτήκοος·
Χαίρε στοργής, αυτού η εχέγγυος.
Χαίρε τω σω συναφθείσα Νυμφίω·
Χαίρε φωτί καταστράπτουσα δόξης·

Χαίρε Κόρη Θεόνυμφε

Χελιδών ως ωραία, τρίζουσα εν σταδίω, συν Ιουλιανή αηδόνι, διέδρας τον τηρέα πατέρα, αποπτάσα προς τον ουράνιον Νυμφίον, τον πολυέραστον, ότι μέλη μέλπεις ούτως·

Αλληλούϊα

Ψάλλουσι σου τους άθλους, των Αγίων χορείαι, ως έβλεψαν ωραϊσμένην, παρθενικώς και μαρτυρικώς, και θαμβηθέντες πάντες ηγαλλιάσαντο, εκρότησαν, ευφήμησαν, ανύμνησαν βοώντες ταύτα·
Χαίρε το έαρ της αφθαρσίας·
Χαίρε το έαρ της ευσεβείας.
Χαίρε τρυγών, η ωραία του άσματος·
Χαίρε σταγών, αποστάζουσα χάριτος.
Χαίρε δόξαν αδιάδοχον, έχουσα εν ουρανώ·
Χαίρε φρόνημα ανάλωτον, δούσα μόνω τω Χριστώ.
Χαίρε στάσα προς πάλην, του εχθρού ερρωμένη·
Χαίρε, ω των ερώτων, Χριστόν νυμφευσαμένη.
Χαίρε δι ης ησχύνθη ο βάσκανος·
Χαίρε δι ης κατήργηται βάσανος.
Χαίρε των σων υμνητών ευκληρία·
Χαίρε παθών, λοιμικών σωτηρία·

Χαίρε Κόρη Θεόνυμφε

Ω Παρθένε και Μάρτυς ω Θεού Λόγου Νύμφη· παρθένων και μαρτύρων το άνθος· κεκτημένη παρρησίαν οίαν, προς την πανυπερύμνητον Άνασσαν, υπέρ ημών Αυτήν απέργασαι ίλεων, των βοώντων·

Αλληλούϊα


Δεν υπάρχουν σχόλια: