Τετάρτη 23 Νοεμβρίου 2022

ΚΥΡΙΑΚΗ ΙΓ΄ ΛΟΥΚΑ

 ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

Προς
Εφεσίους (β΄ 14-22)

Ἀδελφοί, Ἰησοῦς Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.

Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.


Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ὁ Ἰησοῦς Χριστός εἶναι ἡ εἰρήνη μας, ὁ ὁποῖος συνήνωσε τὰ δύο μέρη καὶ κατέρριψε τὸ μεσότοιχον τοῦ φραγμοῦ, δηλαδὴ τὴν ἔχθραν, καταργήσας διὰ τῆς σαρκός του τὸν νόμον τῶν ἐντολῶν ποὺ συνίστατο εἰς διαταγάς, διὰ νὰ δημιουργήσῃ εἰς τὸν ἑαυτόν του, ἀπὸ τὰ δύο μέρη, ἕνα νέον ἄνθρωπον καὶ νὰ φέρῃ εἰρήνην καὶ νὰ συμφιλιώσῃ μὲ τὸν Θεὸν καὶ τὰ δύο μέρη εἰς ἕνα σῶμα διὰ τοῦ σταυροῦ, διὰ τοῦ ὁποίου ἐθανάτωσε τὴν ἔχθραν. Καὶ ὅταν ἦλθε, ἐκήρυξε τὸ χαρμόσυνον ἄγγελμα εἰρήνης σ’ ἐσᾶς ποὺ ἤσαστε μακρυά, καὶ εἰς τοὺς πλησίον, διότι δι’ αὐτοῦ ἔχομεν καὶ οἱ δύο εἴσοδον πρὸς τὸν Πατέρα μὲ ἕνα Πνεῦμα.

Ὥστε λοιπόν, δὲν εἶσθε πλέον ξένοι καὶ παρεπίδημοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, διότι ἔχετε οἰκοδομηθῆ ἐπάνω εἰς τὸ θεμέλιον τῶν ἀποστόλων καὶ τῶν προφητῶν, τοῦ ὁποίου ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ ἀκρογωνιαῖος λίθος, ἐπάνω εἰς τὸν ὁποῖον ἡ ὅλη οἰκοδομὴ συναρμολογεῖται καὶ αὐξάνει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Ἐν αὐτῷ καὶ σεῖς συνοικοδομεῖσθε, ὥστε νὰ γίνετε τόπος κατοικίας τοῦ Θεοῦ διὰ τοῦ Πνεύματος.


ΕΥΑΓΓΕΛΙΚΟ  ΑΝΑΓΝΜΩΣΜΑ

Κατά Λουκάν (ιη΄ 18 - 27)

Τῷ καιρῷ εκείνω, ἄρχων τις προσῆλθε τῷ Ἰησοῦ λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.

Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.

Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.


Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, κάποιος ἄρχων προσῆλθε στον Ἰησοῦ και τὸν ἐρώτησε, «Διδάσκαλε ἀγαθέ, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωήν αἰώνιον;» Ὁ Ἰησοῦς τοῦ εἶπε, «Γιατὶ μὲ ὀνομάζεις ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀγαθὸς παρὰ μόνος ὁ Θεός. Τὰς ξέρεις τὰς ἐντολάς, Νὰ μὴ μοιχεύσῃς, νὰ μὴ φονεύσῃς, νὰ μὴ κλέψῃς, νὰ μὴ ψευδομαρτυρήσῃς, νὰ τιμᾷς τὸν πατέρα σου καὶ τὴν μητέρα σου». Ἐκεῖνος δὲ εἶπε, «ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τὴν νεανικήν μου ἡλικίαν».

Ὅταν ἄκουσε αὐτὸ ὁ Ἰησοῦς εἶπε, «Ἕνα ἀκόμη σοῦ λείπει· πώλησε ὅλα ὅσα ἔχεις καὶ μοίρασέ τα εἰς τοὺς πτωχοὺ;καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανοὺς καὶ ἔλα, ἀκολούθησέ με». Ἀλλ’ αὐτὸς ὅταν τὸ ἄκουσε, ἐλυπήθηκε πολύ, διότι ἤτανε πολὺ πλούσιος. Ὅταν ὁ Ἰησοῦς τὸν εἶδε τόσον λυπημένον, εἶπε, «Πόσον δύσκολον εἶναι δι’ ἐκείνους ποὺ ἔχουν τὰ χρήματα νὰ μποῦν εἰς τῆν βασιλείαν τοῦ Θεοῦ. Εἶναι εὐκολώτερον νὰ περάσῃ μιὰ καμήλα ἀπὸ τὴν τρύπα μιᾶς βελόνας παρὰ νὰ μπῇ ἕνας πλούσιος εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».

Ἐκεῖνοι ποὺ τὸ ἄκουσαν εἶπαν, Τότε ποιός μπορεῖ νὰ σωθῇ;». Αὐτὸς δὲ εἶπε, «Εκεῖνα ποὺ εἶναι ἀδύνατα εἰς τοὺς ἀνθρώπους εἶναι δυνατὰ εἰς τὸν Θεόν».