Δευτέρα 23 Μαρτίου 2020




ΔΟΞΟΛΟΓΙΑ

Τά­ξις τῆς δο­ξο­λο­γί­ας
ἐ­πὶ τῇ ἐ­θνι­κῇ ἑ­ορ­τῇ

Ὁ δι­ά­κο­νος· Εὐ­λό­γη­σον, δέ­σπο­τα.
Ὁ ἱε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε· νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός· Ἀ­μήν.

Ἀ­πο­λυ­τί­κι­ον τῆς ἑ­ορ­τῆς. Ἦ­χος δ´.

Σή­με­ρον τῆς σω­τη­ρί­ας ἡ­μῶν τὸ κε­φά­λαι­ον, καὶ τοῦ ἀπ᾿ αἰ­ῶ­νος Μυ­στη­ρί­ου ἡ φα­νέ­ρω­σις· ὁ Υἱ­ὸς τοῦ Θε­οῦ, Υἱ­ὸς τῆς Παρ­θέ­νου γί­νε­ται, καὶ Γα­βρι­ὴλ τὴν χά­ριν εὐ­αγ­γε­λί­ζε­ται. Δι­ὸ καὶ ἡ­μεῖς σὺν αὐ­τῷ τῇ Θε­ο­τό­κῳ βο­ή­σω­μεν· Χαῖ­ρε, Κε­χα­ρι­τω­μέ­νη, ὁ Κύ­ρι­ος με­τὰ σοῦ.

Τὸ Κον­τά­κι­ον. Ἦ­χος πλ. δ´. Αὐ­τό­με­λον.

Τῇ ὑ­περ­μά­χῳ στρα­τη­γῷ τὰ νι­κη­τή­ρι­α, ὡς λυ­τρω­θεῖ­σα τῶν δει­νῶν εὐ­χα­ρι­στή­ρι­α, ἀ­να­γρά­φω σοι ἡ Πό­λις σου, Θε­ο­τό­κε. Ἀλλ᾿ ὡς ἔ­χου­σα τὸ κρά­τος ἀ­προ­σμά­χη­τον, ἐκ παν­τοί­ων με κιν­δύ­νων ἐ­λευ­θέ­ρω­σον, ἵ­να κρά­ζω σοι· Χαῖ­ρε Νύμ­φη ἀ­νύμ­φευ­τε.

Εἶτα στί­χους ἐκ τῆς δο­ξο­λο­γί­ας.

Δό­ξα σοι τῷ δεί­ξαν­τι τὸ φῶς. Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ, καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.
­μνοῦ­μέν σε, εὐ­λο­γοῦ­μέν σε, προ­σκυ­νοῦ­μέν σε, δο­ξο­λο­γοῦ­μέν σε, εὐ­χα­ρι­στοῦ­μέν σοι, δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.
Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. (ἅ­παξ)
Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου τοῖς γι­νώ­σκου­σί σε.
­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος, ἐ­λέ­η­σον ἡ­μᾶς. (ἅ­παξ)

Καὶ κα­τό­πιν αἱ ἑ­ξῆς αἰ­τή­σεις·

Ὁ δι­ά­κο­νος· Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´) μεθ᾿ ἑ­κά­στην δέ­η­σιν.
Ὁ δι­ά­κο­νος· Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρχιεπισκόπου ἡ­μῶν (δεῖ­νος), τῶν ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἱ­ε­ρέ­ων, ἱ­ε­ρο­μο­νά­χων, καὶ μο­να­χῶν, καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν γέ­νους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν τῷ κρά­τει ἡ­μῶν, τοῦ κα­τὰ ξη­ράν, θά­λασ­σαν καὶ ἀ­έ­ρα φι­λο­χρί­στου ἡ­μῶν στρα­τοῦ, καὶ ὑ­πὲρ τοῦ Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν ἐ­πὶ πλέ­ον συ­νερ­γῆ­σαι καὶ κα­τευ­ο­δῶ­σαι αὐ­τοὺς ἐν πᾶ­σιν.
­τι δε­ό­με­θα ὑ­πὲρ αἰ­ω­νί­ου μνή­μης καὶ μα­κα­ρί­ας ἀ­να­παύ­σε­ως πάν­των τῶν ἐν τοῖς ἱ­ε­ροῖς ἡ­μῶν ἀ­γῶ­σιν ὑ­πὲρ πί­στε­ως καὶ πα­τρί­δος ἀ­γω­νι­σα­μέ­νων καὶ πε­σόν­των καὶ ὑ­πὲρ τοῦ συγ­χω­ρη­θῆ­ναι αὐ­τοῖς πᾶν πλημ­μέ­λη­μα ἑ­κού­σι­όν τε καὶ ἀ­κού­σι­ον.
Ὁ χο­ρός· Αἰ­ω­νί­α ἡ μνή­μη (γ´).

Ὁ δι­ά­κο­νος·

­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ δι­α­φυ­λα­χθῆ­ναι τὴν ἁ­γί­αν ἐκ­κλη­σί­αν (ἢ μο­νὴν) καὶ τὴν πό­λιν (ἢ χώ­ραν, ἢ κώ­μην, ἢ νῆ­σον) ταύ­την καὶ πᾶ­σαν πό­λιν καὶ χώ­ραν, ἀ­πὸ λοι­μοῦ, λι­μοῦ, σει­σμοῦ, κα­τα­πον­τι­σμοῦ, πυ­ρός, μα­χαί­ρας, ἐ­πι­δρο­μῆς ἀλ­λο­φύ­λων, καὶ ἐμ­φυ­λί­ου πο­λέ­μου· ὑ­πὲρ τοῦ ἵ­λε­ων, εὐ­με­νῆ καὶ εὐ­δι­άλ­λα­κτον γε­νέ­σθαι τὸν ἀ­γα­θὸν καὶ φι­λάν­θρω­πον Θε­ὸν ἡ­μῶν, τοῦ ἀ­πο­στρέ­ψαι καὶ δι­α­σκε­δά­σαι πᾶ­σαν ὀρ­γὴν καὶ νό­σον τὴν καθ᾿ ἡ­μῶν κι­νου­μέ­νην, καὶ ῥύ­σα­σθαι ἡ­μᾶς ἐκ τῆς ἐ­πι­κει­μέ­νης δι­καί­ας αὐ­τοῦ ἀ­πει­λῆς καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον. (μ´, ἀ­νὰ δέ­κα ἀ­μοι­βα­δὸν τε­τρά­κις, πρα­εί­ᾳ τῇ φω­νῇ).

Ὁ δι­ά­κο­νος·

­τι δε­ό­με­θα καὶ ὑ­πὲρ τοῦ εἰ­σα­κοῦ­σαι Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν φω­νῆς τῆς δε­ή­σε­ως ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´).
Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.
Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱε­ρεὺς τὴν εὐ­χὴν ταύ­την·

Κύ­ρι­ε, ὁ Θε­ὸς ἡ­μῶν, ὁ τὰ σύμ­παν­τα τῷ σῷ κρά­τει συ­νέ­χων καὶ τῇ θεί­ᾳ σου καὶ παν­σθε­νεῖ βου­λῇ κυ­βερ­νῶν τὸν κό­σμον· ὁ ἑ­κά­στῳ ἔ­θνει τὰς ἰ­δί­ας ὁ­ρο­θε­σί­ας θέ­με­νος, τὸ δὲ εὐ­σε­βὲς ἡ­μῶν ἔ­θνος ἐ­ξαι­ρέ­τως εὐ­ερ­γε­τή­σας, τὴν ἐ­πί­γνω­σιν τῆς σῆς ἀ­λη­θεί­ας αὐ­τῷ χα­ρι­σά­με­νος, καὶ πρὸς τὸ φῶς τῆς ὀρ­θο­δό­ξου πί­στε­ως κα­θο­δη­γή­σας, ἐξ αὐ­τοῦ δὲ με­γά­λους τῇ Ἐκ­κλη­σί­ᾳ πα­τέ­ρας καὶ δι­δα­σκά­λους ἀ­να­δεί­ξας, καὶ εἰς ἐ­λεύ­θε­ρον αὖ­θις βί­ον ἐ­ξα­να­στή­σας· αὐ­τὸς πα­νά­γι­ε δέ­σπο­τα, πρόσ­δε­ξαι τὰς εὐ­χα­ρι­στη­ρί­ους ἡ­μῶν δε­ή­σεις ἐ­πὶ τῇ ἀ­πε­λευ­θε­ρώ­σει καὶ πα­λιγ­γε­νε­σί­ᾳ τοῦ ἡ­με­τέ­ρου ἔ­θνους, καὶ ἐ­πά­κου­σον ἡ­μῶν ἐν πί­στει δε­ο­μέ­νων σου ἐ­κτε­νῶς. Καὶ τὰς μὲν ψυ­χὰς τῶν ὑ­πὲρ πί­στε­ως καὶ πα­τρί­δος ἡ­ρω­ϊ­κῶς ἀ­γω­νι­σα­μέ­νων καὶ ἐν­δό­ξως ἐν τοῖς ἱ­ε­ροῖς ἡ­μῶν ἀ­γῶ­σι πε­σόν­των, ἢ ὑ­πὸ τῶν πο­λε­μί­ων ἐν αἰχ­μα­λω­σί­ᾳ καὶ κα­κου­χί­ᾳ ἀ­πο­θα­νόν­των πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν με­τὰ τῶν ἀπ᾿ αἰ­ῶ­νός σοι εὐ­α­ρε­στη­σάν­των ἀ­νά­παυ­σον· ἡ­μᾶς δὲ πάν­τας, ὁ ὑ­πε­ρα­σπι­στὴς τῶν σω­τη­ρί­ων ἡ­μῶν, ἀ­ξί­ους τῆς ἐ­λευ­θε­ρί­ας ἀ­νά­δει­ξον, ἐν εἰ­ρή­νῃ καὶ ὁ­μο­νοί­ᾳ δι­α­τή­ρη­σον, καὶ εἰς πᾶν ἔρ­γον ἀ­γα­θὸν καὶ σοὶ εὐ­ά­ρε­στον κα­θο­δή­γη­σον. Τοὺς πι­στοὺς ἄρ­χον­τας ἡ­μῶν ἐν εἰ­ρή­νῃ καὶ ὁ­μο­νοί­ᾳ δι­α­τή­ρη­σον, καὶ λά­λη­σον ἀ­γα­θὰ ἐν ταῖς καρ­δί­αις αὐ­τῶν ὑ­πὲρ τῆς Ἐκ­κλη­σί­ας σου καὶ παν­τὸς τοῦ λα­οῦ σου. Σὺ γὰρ εἶ ὁ βα­σι­λεὺς τῆς εἰ­ρή­νης καὶ σω­τὴρ τῶν ψυ­χῶν ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς τὴν Ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.
δι᾿ ἡ­μᾶς τοὺς ἀν­θρώ­πους καὶ δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν ἐκ Πνεύ­μα­τος ἁ­γί­ου καὶ Μα­ρί­ας τῆς παρ­θέ­νου σαρ­κω­θῆ­ναι κα­τα­δε­ξά­με­νος Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν...
Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν...
Ὁ χο­ρός· Ἀ­μήν.