Τετάρτη, 17 Σεπτεμβρίου 2014

Η ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Ἡ 14η Σεπτεμβρίου εἶναι γνωστή εἰς τούς Χριστιανούς ὡς ἡμέρα «τῆς παγκοσμίου Ὑψώσεως τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ. Εἶναι ἡμέρα ἀργίας καί νηστείας, διά νά δυνηθοῦν οἱ πιστοί νά προσκυνήσουν «τό ζωομύριστον ξύλον» καί τόν «θαυμάτων θησαυρόν», τόν «συνθετοτρισόλβιον» Σταυρόν καί «χαρίτων παροχέα» (α’ Οἶκος εἰς τόν τίμιον Σταυρόν).
Πρίν προχωρήσωμεν εἰς τήν περιγραφήν τῆς εἰκόνος τῆς Ὑψώσεως, εἶναι ἀνάγκη νά ἴδωμεν τό ἱστορικόν τῆς ἑορτῆς καί τήν θεολογικήν της σημασίαν.
Διά τήν θέσπισιν τῆς ἑορτῆς αὐτῆς ὁ Καθηγητής Ἰ. Φουντούλης γράφει: «Οἱ ἱστορικές ἀρχές τῆς ἑορτῆς χάνονται μέσα στήν πολιά ἀρχαιότητα. Στίς 13 Σεπτεμβρίου τοῦ ἔτους 335 ἔγιναν τά ἐγκαίνια τοῦ μεγάλου ναοῦ τῆς Ἀναστάσεως, πού ἔκτισε ὁ Μέγας Κωνσταντῖνος στόν τόπο τῆς ταφῆς τοῦ Κυρίου. Ἔκτοτε κατά τήν ἐπέτειο τῶν ἐγκαινίων μεγάλη πανήγυρις ἐγίνετο στά Ἱεροσόλυμα.
Καί στά σημερινά μας λειτουργικά βιβλία τήν ἰδία ἡμέρα ἀναγράφεται ἡ «μνήμη τῶν ἐγκαινίων τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσεως» καί ἡ Ἀκολουθία τῆς ἡμέρας ἀναφέρεται στά ἐγκαίνια τοῦ ναοῦ ἐκείνου. Ἡ ἑορτή διαρκοῦσε ὀκτώ ἡμέρες. Τήν δευτέρα ἡμέρα τῆς ἑορτῆς, τήν 14 Σεπτεμβρίου, κατά τήν μαρτυρίαν ἀρμενικοῦ λειτουργικοῦ κειμένου τοῦ Ε’ αἰῶνος, ἐγίνετο σύναξις εἰς τόν Γολγοθᾶ «καί ἔδειχναν τόν τίμιο Σταυρό σ᾽ ὅλο τό ἐκκλησίασμα».
Ὁ τίμιος Σταυρός τοῦ Χριστοῦ ἦταν τό σεβασμιώτερο κειμήλιο τοῦ ναοῦ τῆς Ἀναστάσεως καί ἦταν ἑπόμενο εἰδική πανήγυρις νά καθιερωθῇ γι᾽ αὐτόν ἐπί τῇ εὐκαιρίᾳ τῆς συρροῆς τοῦ λαοῦ γιά τόν ἑορτασμό τῶν ἐγκαινίων».
Ὁ Σταυρός αὐτός, πού ὕψωνε τόσον πανηγυρικά ἡ Ἐκκλησία τῶν Ἱεροσολύμων, ἦτο ὁ ἀληθής Σταυρός, πού ἀνεῦρεν ἡ Ἁγία Ἑλένη, ἡ μητέρα τοῦ Μ. Κωνσταντίνου. Ἐκκλησιαστικοί συγγραφεῖς τοῦ 4ου καί 5ου μ. Χ αἰῶνος ὁμιλοῦν διά τήν θαυματουργικήν ἀνεύρεσιν τοῦ τιμίου Σταυροῦ τοῦ Κυρίου. Ὁ Ἰωάννης ὁ Χρυσόστομος π.χ., τό 395, ἀναφέρει ὅτι εἰς τόν Γολγοθᾶν ἀνευρέθησαν τρεῖς σταυροί, μεταξύ τῶν ὁποίων ἀνεγνωρίσθη ὁ Σταυρός τοῦ Κυρίου, πού ἦτο εἰς τό μέσον τῶν δύο ἄλλων καί εἶχε καί τήν γνωστήν ἐπιγραφήν (Εἰς Ἰωάν. ὁμιλία 85, 1).
Ἄλλοι συγγραφεῖς ὁμιλοῦν διά ἐπιτελεσθέντα θαύματα, τά ὁποῖα ἔγιναν αἰτία νά ἀναγνωρισθῇ ὁ Σταυρός τοῦ Κυρίου. Ἕνα τέτοιο θαῦμα ἀναφέρει καί τό Συναξάριον τῆς ἑορτῆς τῆς Ὑψώσεως: «Διαπορούσης δέ τῆς Βασιλίσσης (τῆς Ἁγίας Ἑλένης), τίς ἄν εἴη ὁ τοῦ Κυρίου Σταυρός, διά τῆς εἰς θανοῦσαν γυναῖκα χῆραν θαυματουργίας δείκνυται· ἥ καί ἀνέστη τῇ τούτου προσψαύσει· τῶν δέ λοιπῶν δύο σταυρῶν τῶν Λῃστῶν μηδέν εἰς τοῦτο ἐνδειξαμένων εἰς θαυματοποιΐας ὑπόδειγμα. Ὅν δῆτα τίμιον Σταυρόν προσεκύνησεν ἡ Βασίλισσα, καί ἠσπάσατο μετά τῆς Συγκλήτου ἁπάσης».
Τήν ἀμηχανίαν δηλαδή τῆς Ἁγίας Ἑλένης διά τό ποῖος ἦτο ὁ Σταυρός τοῦ Κυρίου ἔλυσε τό θαῦμα, πού ἔγινεν εἰς μίαν πεθαμένην χήραν γυναῖκα, ἡ ὁποία ἀνέστη ὅταν τήν ἤγγισεν ὁ Σταυρός. Τό θαῦμα αὐτό δέν ἔκαμαν οἱ δύο σταυροί τῶν ληστῶν. Ἔτσι ἡ Βασίλισσα μαζί μέ ὅλην τήν Σύγκλητον προσεκύνησε καί ἠσπάσθη τόν τίμιον Σταυρόν.
Αἱ νῖκαι τοῦ αὐτοράτορος Ἡρακλείου (610-641) κατά τῶν Περσῶν, ἡ ἁρπαγή ὑπ᾽ αὐτῶν τοῦ τιμίου Σταυροῦ καί ἡ ἐπανάκτησίς του ὑπό εὐσεβοῦς Στρατηλάτου ἔδωκαν νέαν αἴγλην εἰς τήν ἑορτήν τοῦ Σταυροῦ. Ὁ ζωοποιός Σταυρός ὑψώθη καί πάλιν εἰς τά Ἱεροσόλυμα (τόν Μάρτιον τοῦ 630). Δικαιολογημένως ψάλλει ἔκτοτε ἡ Ἐκκλησία μας: «Σῶσον, Κύριε, τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατά βαρβάρων δωρούμενος καί τό σόν φυλάττων διά τοῦ Σταυροῦ σου πολίτευμα» (Ἀπολυτίκιον).
Ἀπό τό 614 ἡ τελετή τῆς Ὑψώσεως ἐγίνετο καί εἰς τήν Κωνσταντινούπολιν διά νά διαδοθῇ ἐν συνεχείᾳ καί εἰς ἄλλα χριστιανικά κέντρα. Ἔτσι ἡ ἑορτή τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ ἐπεσκίασε τήν ἑορτήν τῶν Ἐγκαινίων. Ἀκόμη ἀπέβαλε τόν τοπικόν της χαρακτῆρα καί ἔγινεν οἰκουμενική ἑορτή, δόξα καί καύχημα ὁλοκλήρου τῆς Ἐκκλησίας. Ὁ Σταυρός πλέον ὑμνεῖται ὡς «οἰκουμένης φύλαξ» καί ὡς «ἡ δόξα τῆς Ἐκκλησίας».
Ἡ σημερινή τελετή τῆς Ὑψώσεως εἶναι σχεδόν ἀπομίμησις τῆς τελετῆς, πού ἔγινεν εἰς τά Ἱεροσόλυμα μετά τήν ἀνεύρεσιν τοῦ τιμίου ξύλου. «Ζητῶν δέ καί ὁ κοινός λαός προσκυνῆσαι, οὐκ ἠδύνατο καί ᾐτήσατο κἄν ἰδεῖν αὐτόν. Τότε ἀνῆλθεν ὁ Μακάριος Πατριάρχης Ἱεροσολύμων καί ὕψωσεν ἐπί τοῦ ἄμβωνος τόν τίμιον Σταυρόν· καί ἰδόντες, ἤρξατο ὁ λαός κράζειν τό «Κύριε ἐλέησον». Καί ἔκτοτε ἐπεκράτησεν ἡ τιμία Ἑορτή τῆς Ὑψώσεως». (Ἀπό τό Συναξάριον τῆς ἡμέρας). Αὐτήν ἀκριβῶς τήν κατανυκτικήν σκηνήν ἀπαθανατίζει καί ἡ βυζαντινή εἰκών τῆς Ὑψώσεως.
Τήν θεολογικήν σημασίαν τῆς ἑορτῆς εὑρίσκομεν εἰς τά τροπάρια τῆς ἡμέρας. Ἀπό αὐτά ἐκεῖνα τοῦ Ἑσπερινοῦ καί τῶν Αἴνων εἶναι τά πιό μεστά εἰς νοήματα καί τά πλουσιώτερα εἰς ποιητικάς ἐξάρσεις.
Ὁ Σταυρός, πού ὑψοῦται εἰς προσκύνησιν ὑπό τῶν πιστῶν, εἶναι τό τρόπαιον, τό ὁποῖον ἔστησεν ἡ Ἐκκλησία τοῦ Χριστοῦ εἰς τόν πόλεμόν της κατά τοῦ Σατανᾶ. Ὁ Σταυρός ἤνοιξε τήν κλεισμένην θύραν τοῦ Παραδείσου, ἀφοῦ κατήργησε τήν δύναμιν τοῦ θανάτου καί ὕψωσε τούς πιστούς ἀπό τήν γῆν εἰς τόν οὐρανόν. Τό ἀκαταμάχητον ὅπλον τοῦ Σταυροῦ ἀσφαλίζει τούς πιστούς κάθε ἐποχῆς, πού ἀντιπαλαίουν μέ τόν Σατανᾶ καί γίνεται δόξα καί στολίδι τῶν Μαρτύρων καί τῶν Ὁσίων τῆς Ἐκκλησίας.
Τά θεολογικά αὐτά νοήματα συμπυκνώνει εἰς τούς στίχους του τό πρῶτον ἀπόστιχον τοῦ Ἑσπερινοῦ τοῦ πλ. α’ ἤχου:
«Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τό ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τό τῆς Ἐκκλησίας περιτείχισμα· δι᾽ οὗ ἐξηφάνισται ἡ φθορά καί κατήργηται καί κατεπόθη τοῦ θανάτου ἡ δύναμις καί ὑψώθημεν ἀπό γῆς πρός οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλώπισμα, λιμήν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τό μέγα ἔλεος».
Εἰς τά τροπάρια τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ κυριαρχεῖ τό αἴσθημα τῆς χαρᾶς διά τήν ἀνεύρεσιν καί τήν θαυματουργόν δύναμιν τοῦ Σταυροῦ. Οἱ ὕμνογράφοι ὅμως δέν ξεχνοῦν ὅτι ἐπάνω εἰς τό εὐλογημένον αὐτό ξύλον ἐκαρφώθη ὁ Σωτήρ τοῦ κόσμου, ὁ Χριστός.
Ἔτσι οἱ πιστοί καλοῦνται νά ἀσπασθοῦν τόν Σταυρόν «τῇ χαρᾷ καί τῷ φόβῳ· φόβῳ διά τήν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δέ διά τήν σωτηρίαν, ἥν παρέχει τῷ κόσμῳ ὁ ἐν αὐτῷ προσπαγείς (=καρφωθείς) Χριστός ὁ Κύριος, ὁ ἔχων τό μέγα ἔλεος» (Δοξαστικόν τῶν Αἴνων). Ἐπί πλέον κατά τήν ἡμέραν αὐτήν νηστεύομεν, διότι ἡ ἑορτή τῆς Ὑψώσεως φέρει «τά ἴσα τῆς ἁγίας καί Μ. Παρασκευῆς».
***
ΠΕΡΙΓΡΑΦΗ ΤΗΣ ΕΙΚΟΝΟΣ (Τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ)
Τό κέντρον τῆς εἰκόνας καταλαμβάνει ὁ ἄμβων, ἐπάνω εἰς τόν ὁποῖον ὁ Ἅγιος Μακάριος (314-333) ὕψωσε τόν τίμιον Σταυρόν. Ἕνα σκοτεινόν ἄνοιγμα εἰς τήν βάσιν τοῦ ἄμβωνος δείχνει τό μέρος τῆς ἀνευρέσεως.
Τό δεύτερον μετά τόν Πατριάρχην πρόσωπον, πού κυριαρχεῖ εἰς τήν εἰκόνα εἶναι ἡ Ἁγία Ἑλένη ἐνδεδυμένη τήν βασιλικήν της στολήν καί συνοδευομένη ὑπό δύο εὐλαβῶν γυναικῶν. Τόν Πατριάρχην κυκλώνουν κληρικοί καί λαϊκοί, πού παρακολουθοῦν μέ ἱερόν δέος τήν τελετήν.
Τό δέος αὐτό προκαλεῖ ἀφ᾽ ἑνός ἡ θέα τοῦ Σταυροῦ καί ἀφ᾽ ἑτέρου τά θαύματα πού ἔγιναν κατά τήν ἀνεύρεσίν του. Νομίζει κανείς, καθώς παρατηρεῖ τά βυθισμένα εἰς σκέψεις πρόσωπα τῆς εἰκόνος, ὅτι ὅλοι των ἀνακαλοῦν εἰς τήν μνήμην των τά γεγονότα τῆς Σταυρώσεως, τά πρίν καί τά μετά ἀπό αὐτήν.
Ἔτσι καί ὁ θεατής ἀναπολεῖ τά σωτήρια περιστατικά συμφώνως πρός τήν εὐχήν τῆς Ἐκκλησίας: «Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καί πάντων τῶν ὑπέρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανούς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καί ἐνδόξου πάλιν παρουσίας…» (Ἀπό τήν εὐχήν τῆς ἀναφορᾶς τῆς Λειτουργίας τοῦ Χρυσοστόμου).
Ἡ σκηνή μᾶς μεταφέρει εἰς τά τελούμενα σήμερον εἰς τήν Ἐκκλησίαν κατά τήν 14ην Σεπτεμβρίου διά νά ἀκουσθῇ ἀπό ὅλα τά μέλη τῆς Ἐκκλησίας «ἐν ἑνί στόματι καί μιᾷ καρδίᾳ» ὁ νικητήριος παιάν:
«Τόν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα,
καί τήν ἁγίαν σου ἀνάστασιν δοξάζομεν».



Παρασκευή, 12 Σεπτεμβρίου 2014

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΣΤΑΥΡΟΝ

"Η ύψωση του Τιμίου Σταυρού"

"Κανών Παρακλητικός εις τον Τίμιον Σταυρόν"

Νικηφόρου ιερομονάχου του Κρητός


Μετά τόν, Εὐλογητόν, τό, Κύριε εἰσάκουσον, εἶτα τό, Θεός Κύριος καὶ τὸ Τροπάριον Ἦχος Δ΄ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ ζωηφόρῳ νῦν Σταυρῷ προσπελάσωμεν, οἱ μακρυνθέντες τοῖς κακοῖς καὶ προσψαύσωμεν, ἐν ἐπιστρόφῳ λέγοντες καρδίᾳ πιστῶς· πρόφθασον, βοήθησον, ὁ Σταυρός τοῦ Κυρίου, φάνηθι λυτρούμενος ἐκ παντοίων κίνδυνων· μὴ ἐποφθῶμεν ἄπρακτα ζητεῖν· τὴν σὴν γὰρ σκέπην βεβαίαν ἐλπίζομεν.

Δόξα καὶ νῦν.

Οὐ δυνησόμεθα Σταυρὲ τοῦ Κυρίου, τὰ σὰ θαυμάσια ὑμνεῖν οἱ κατάκριτοι. Εἰ μὴ γὰρ σοὶ παρεῖχες τὰ δωρήματα, τῖς ἡμῖν τὴν ἴασιν τῶν τοῦ σώματος νόσων; τὶς δὲ καὶ τὴν κάθαρσιν τῶν ψυχῶν ἄν ἐδίδου; Οὔκ ἀπόμακρυνθῶμεν πώποτε ἐκ σοῦ· σὺ γὰρ σκέπεις πάντας θνητοὺς ἐκ παντοίων κακῶν.

Εἶτα ὁ Ν καὶ ὁ Κανών.
Ὠδὴ Α'. Ἦχος Πλ. Δ'. Ὑγρὰν διοδεύσας
Στίχος. Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σταυρὲ σκῆπτρον ἅγιον καὶ σεπτόν, τοὺς ἐν εὐλαβείᾳ προσκυνοῦντας τὴν ἱεράν, σκέπην σου ἀτρώτους ἀπὸ βλάβης, καὶ πειρασμῶν καὶ κινδύνων διάσωσον.

Σταυρὲ σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, τοὺς σὲ προσκυνοῦντας καταξίωσον ἐσαεί, τῷ Κτίστεί Θεῷ καθυπακούειν, καὶ ὑπ’ αὐτοῦ βασιλεύεσθαι ποίησον.

Σταυρὲ ἡ βοήθεια τῶν πιστῶν, δίδου βοηθείας τοῖς ὑμνοῦσι τὸ ἱερόν, κράτος σου καὶ αἴρειν τὰ βραβεῖα, κατὰ παθῶν ψυχοφθόρων ἐνίσχυσον.

Θεοτοκίον.
Σταυρόν καθορῶσα Ἁγνή ἀμνάς, τοῦ ἁγνῶς τεχθέντος ἐξ αὐτῆς, οὗτος νῦν ἐστί, πιστῶν σωτηρία ἀνεβόα, καὶ κραταιὰ προστασία καὶ στήριγμα.

Ὠδὴ Γ΄. Οὐρανίας ἀψῖδος.

Ὁ Σταυρός τοῦ Δεσπότου, χαῖρε νεκρῶν ἔγερσις, χαῖρε ἀσθενούντων ἡ ρῶσις, χαῖρε ἀντίληψις• τοὺς προσκυνοῦντάς σε, φύλαττε φρούρει καὶ σκέπε, ἐκ τῶν δρωμένων τε, καὶ ἀοράτων ἐχθρῶν.

Ὁ Σταυρός τοῦ Κυρίου, χαῖρε Πιστῶν καύχημα, χαῖρε κραταιὰ προστασία, χαῖρε παράκλησις· τοὺς προσκυνοῦντας σε, ἐκ περιστάσεως ρῦσαι, καὶ δεινῆς κακώσεως καὶ πάσης θλίψεως.

Ὁ Σταυρὸς τοῦ Κυρίου, χαῖρε στερρὸν ἔρρεισμα, χαῖρε τῶν ὑμνούντων σε φύλαξ, χαῖρε προπύργιον• τοὺς προσκυνοῦντάς σε ἐκ τῶν τοῦ βίου σκανδάλων, ρῦσαι καὶ διάσωσον θείᾳ δυνάμει σου.

Θεοτοκίον
Ὁ Σταυρὸς τοῦ Υἰοῦ σου, παρθενικὸν καύχημα, πᾶσί σου τὸν Τόκον ὑμνοῦσι, δύναμις πέφυκεν, οὗ ἡ προσκύνησις καὶ τὸ πρὸς σὲ καταφεύγειν, πάθη θεραπεύουσι ψυχῆς καὶ σώματος.

Ὠδή Δ'. Εἰσακήκοα Κύριε....
Ὁ Σταυρὸς ὁ Πανάγιος, πᾶσι τοῖς ὑμνοῦσιν αὐτὸν τὴν ἴασιν, καὶ πταισμάτων ἀπολύτρωσιν, ἐμφανῶς ὁρᾶται χαριζόμενος.

Τῶν ἀμέτρων πταισμάτων μου, ροῦν τὸν θολερώτατον ἀποξήρανον, ὁ βαστάσας τὸν ξηράναντα, ἀθεΐας ὕλην, Σταυρέ Τίμιε.

Ἁμαρτίαις συμπέφυρμαι, καὶ ἐκ τούτων ἦλθον εἰς ἀλλεπάλληλον, ἀρρωστίαν• ὅθεν κράζω σοι, ἄμφω τὰς Ἰάσεις, Σταυρέ δώρησαι.

Θεοτοκίον.
Οἱ Σταυρόν καὶ τὴν Ἄχραντον, ἔχοντες ἐλπίδα οὐκ αἰσχυνθήσονται• ἡ πρεσβεία γὰρ καὶ δύναμις, τῆς Μητρός καὶ σκήπτρου σφόδρα δύνανται.

Ὠδή Ε'. Φώτισον ἡμᾶς.

Γλύκανον ἡμῶν, τὴν πικρίαν τῶν θλίψεων, Σταυρέ Κυρίου, ὁ πάλαι τῆς μερρᾶς, πικρῶν ὑδάτων τὴν πικρίαν Ἰασάμενος.

Σκέπασον ἡμᾶς, τῇ δυνάμει σου πανάγιε, Σταυρέ Κυρίου, ἐν σοὶ γὰρ τοῦ Πατρός, Ἰσχὺς ἐπῆρθη, τὸ σὸν κράτος ἐνισχύουσα.

Κούφισον ἡμῶν, ἅπαν ἄλγος τε καὶ κάκωσιν, καὶ σκυθρωπότητα ἐκ τῶν καρδιῶν, Σ ταύρε Κυρίου• δέδοταί σοι γὰρ τὸ δύνασθαι.

Θεοτοκίον
Ἔχομεν Πιστοί, προστασίαν πρὸς τὸν Κύριον, τὴν Παναγίαν Παρθένο ν καὶ τὸν Σταυρόν, ὧν καταπλήττει καὶ τοὺς δαίμονας ἡ δύναμις.

Ὠδή ΣΤ'. Τὴν δέησιν ἐκχεῶ.

Τὸ ὅπλον τῶν βασιλέων ὑμνῶ σε, τὴν στολὴν τῶν Ἱερέων ὑψῶ σε, Χριστιανῶν τὴν ἐλπίδα ἁπάντων, ὑμνολογῶ σε Σταυρέ Παμμακάριστε, τὸ καύχημα κἀμοῦ ὅν σε, ὅπλον ὡς μέγα ἀμπέχομαι.

Σὲ σκέπην Χριστιανοί γινώσκομεν, καὶ καυχώμεθα ἐν σοὶ Ξύλον θεῖον• εἰς πάντα γὰρ σὲ εὑρίσκομεν κράτος, καὶ παντελῆ σωτηρίαν καὶ σύμμαχον, τὴν χάριν ὅθεν καὶ ἡμῖν, τοῖς ὑμνοῦσί σε πόθῳ κατάπεμψον.

Ὁ Κύριος ἱσχυρὸν ἡμῖν τεῖχος, καὶ προστάτην καὶ φρουρόν σε παρέσχε, καὶ γὰρ ἐν σοὶ ἐναντίαι δυνάμεις, ἐξηφανίσθησαν σθένει τοῦ κράτους σου. Ὡς ἔχεις οὖν πᾶσαν ἰσχύν, ἀσθενοῦντας ἡμᾶς ἰσχύν ἔνδυσον.

Θεοτοκίον
Σωτῆράς μου ἐπιγράφομαι πόθῳ, τοὺς τὸν Κτίστην μου σαρκί δεξαμένους, τὴν μὲν Ἁγνήν, ὡς ζωὴν ἀφθαρτοῦσαν• τὸ δὲ Σταυρόν, ὡς νεκρῶν ζωοπάροχον. Νεκρώσει οὖν ζωοποιῷ, ὁ Σταυρός καὶ ἡ Κόρη ζωώσατε.

Διάσωσον Σταυρέ Κυρίου τὴν ποίμνην σου ἀπὸ βλάβης, ὅτι πάντες ἐν σοὶ καυχώμεθα, καὶ γινώσκομεν τὴν σκέπην σου, σωτηρίαν καὶ κράτος.

Ἐπίσκεψαι τῇ σῇ δυνάμει τοὺς πίστει σε προσκυνοῦντας, Τίμιε Σταυρέ, ἐξ ἐχθρῶν παντοίας κακώσεως, καὶ δίωξον τάς αὐτῶν περιστάσεις.

Ὁ ἱερεὐς ὡς ἔθος μνημονεύει. Εἶτα τὸ Κοντάκιον Ἤχος Β'.

Τό ξύλον τῆς ζωῆς καὶ δύναμις ὑπέροπλος, ἐλπὶς τῶν Πιστῶν καὶ σκέπη καὶ κραταίωμα, ἐκ ψυχῆς βοῶμέν σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι, καὶ ἐκ σκανδάλων τῶν τοῦ πονηροῦ, προφθάσας ρῦσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Καὶ εὐθύς τὸ προκείμενον.Ἦχος Δ'.
Ὑψοῦτε Κύριον τὸν Θεόν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιος ἐστί.


Στίχος. Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην.

Εἶπεν ὁ Κύριος. Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὤν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὔτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵίνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.

Δόξα.
Τὸ τοῦ θείου Σταυροῦ σου δυνάμει ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τα
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.


Ταῖς τῆς Θεοτόκου ....
Στίχος. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός . .. Καὶ τὸ παρόν Προσόμοιον.
Ἦχος Πλ. Β'. Ὅλην ἀποθεμένοι.


Σταυρὲ πανσεβάσμιε, ὅν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι• σήμερον ὁρώμενος θείῳ πνεύματι, δικαιοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, καθυποκύψαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα• ὑμνεῖτε, βοῶντες, Χριστόν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσωμεν θείον ὑποπόδιον.

Τό, Σῶσον ὁ Θεὸς τὸν Λαόν σου κ. τ. λ.

Ὠδὴ Ζ'.Οἱ ἐκ τῆς ἰουδαίας. ..

Τὸ κράτος τοῦ θανάτου, τεθανάτωται πάλαι τῆς κρεμασθείσης ζωῆς, θανάτῳ ζωηφόρῳ, Σταυρέ ἐν σοι διὸ σε, ἰκετεύω κραυγάζων σοι, τῶν θανατούντων παθῶν, ρῦσαι με νῦν καὶ σῶσον.

Τὴν βροτῶν σωτηρίαν, ὁ Σωτὴρ ἠβουλήθη ἐναπεργάσασθαι, ἐν ξύλῳ ζωηφόρῳ, διδοὺς τοῖς σωζομένοις, μελωδεῖν τὰ σωτήρια· χαῖρε Σταυρὲ τοῦ Χριστοῦ, Πιστῶν ἁπάντων σώστα.

Τοῦ ξύλου τῆς κατάρας, οἱ τρυφήσαντες εὖρον τάς ἀφεσίμους ἐν σοί, ἐκτάσει εὐλογίας χειρῶν τῶν τοῦ Δεσπότου, διό πάντες σοὶ κράζομεν· τὴν εὐλογίαν Σταυρέ δίδου τοῖς σὲ τιμῶσι.

Θεοτοκίον.
Καυχῶμαι τὴν δυάδα, προβαλλόμενος πρέσβεις πρὸς τὸν Σωτῆρα Χριστόν, Μητέρα καὶ τὸ σκὴπτρον· ἰσχύει γὰρ ἡ Μήτηρ, καὶ τὸ σκῆπτρον κρατύνει με, χαῖρε τὸ σκῆπτρον Χριστοῦ, χαῖρε ἡ Μήτηρ τούτου.

Ὠδὴ Η'. Τὸν Βασιλέα.

Τοὺς προσκυνοῦντάς σε, ὦ Σταυρὲ διατηρεῖ, πειρασμῶν καὶ κινδύνων ἀτρωτους· ἔχεις γὰρ σὴν σκέπην φρουροῦσαν πιστούς πάντας.

Τὰς ἀρρωστίας τὰς τῆς σαρκός ἱατρεύεις, καὶ σπιλάδας ψυχῶν ἐκκαθαίρεις. Ὅθεν σὲ ὑμνοῦμεν, Σταυρόν τὸν τοῦ Κυρίου.

Τοὺς τῷ σημείῳ σου ἑεαυτούς σημειοῦντας, τῶν παγίδων λυτροῦσαι τοῦ σκότους, Σταυρέ τοῦ Κυρίου διὰ τοῦ σοῦ σημείου.

Θεοτόκιο.

Τοῦ Βασιλέως τῶν Οὐρανῶν τὴν Μητέρα, καὶ Σταυρόν τοῦ Σωτῆρος ἐν πίστει, πάντες προσκυνοῦμεν, ὥσπερ κοινούς προστάτας.

Ὠδή Θ'. Κυρίως Θεοτόκον ....

Ἥν φέρω σοι ἐκ πόθου, δέησιν Κυρίου, δέξαι

Σταυρέ, καὶ τὴν χάριν παράσχου πιστῶς, σὲ προσκυνούντι ἐν πίστει καὶ μεγαλύνοντι.

Σημεῖον νικηφόρον, πάντες οἴδασί σε, οἱ διὰ σοῦ βραβεῖα καὶ νικάς αὐτῶν, σὺν εὐλαβείᾳ λαβόντες, καὶ μεγαλύνουσι.

Τὸ χαῖρε τοῦτο τέλος, τοῦ μικροῦ μου ὕμνου, τοῦ διὰ σοῦ νικηφόρου ὀφθέντος Σταυροῦ, δέξαι Χριστέ μου τὸ χαῖρε, καὶ δίδου μοι τὰ χαρμόσυνα.

Θεοτοκίον.
Οὐ θέλω σιωπῆσαι τὰ τῆς Θεοτόκου, καὶ τὸν Σταυρόν μὴ κηρύττειν, ὅς σκέπει πιστούς• οὐ σιωπῶ, ἀλλὰ λέγω, εἰ καὶ ἐσίγησα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς. . . Καὶ τὰ παρόντα Μεγαλυνάρια.

Τὸν Σταυρὸν τὸν τίμιον τοῦ Χριστοῦ, σήμερον ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς, καί ἐν κατανύξει βοήσωμεν συμφώνως, Σταυρέ ζωῆς τὸ ξύλον πιστούς στερέωσον.

Πάντες προσκυνοῦμεν πανευλαβῶς, καί φόβῳ καὶ πόθῳ, σὺν ἀγάπῃ τε καὶ χαρᾷ, τιμῶντες ὑμνοῦμεν τὸ πανάγιον ξύλον, χείλεσιν ἀναξίοις κατασπαζόμενοι.

Σκῆπτρον ἁγιότατον τοῦ Χριστοῦ, ζωηφόρον ξΰλον, ἱερέων ἡ καλλονή, Βασιλέων νῖκος, στήριγμα ὀρθοδόξων, πάντας τοὺς σέ τιμῶντας, Σταυρέ διάσωσον.

Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὸν Σταυρόν τὸν ζωοποιόν, τὸν ἁγιασθέντα Αἵματι τῷ πανσέπτῳ, Χριστοῦ τοῦ ζωοδότου ὅν μεγαλύνομεν.

Θεοτοκίον.
Ὥσπερ τὴν ψάμμον τῶν θαλασσῶν, ὑπὲρ ἀριθμόν τε τῶν ἀστέρων τοῦ Οὐρανοῦ, μόνος ἁμαρτήσας καὶ μόνος κατεκρίθην, ὦ Δέσποινα τοῦ Κόσμου, σύ με διάσωσον.

Τρισάγιον. Καὶ τὸ Τροπάριον Ἦχος Α'.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατά βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.


Ὁ ἱερεύς μνημονεύει

Ἐν δὲ τῷ τέλει ψάλλεται τὸ παρόν,Ἦχος Β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Λάμψον φῶς ἀπρόσιτον ἡμῖν• ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν σου, πάντες Χριστέ Βασιλεῦ· νίκη δὲ στεφάνωσον, τοὺς σὲ ὑμνοῦντας πιστῶς, κατ’ ἐχθρῶν ἀοράτων τε, καὶ ὁρατῶν ἅμα, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον τὸν Σταυρὸν σου πλουτοῦντας, Σῶτερ, ὁ τὴν ἄφθορον μήτραν, ὑποδὺς ἀρρήτως τῆς Θεόπαιδος.